Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1.1
· ῥητὰ καὶ ἄρρητα κακά. alpha. 2871 9Ἄρρεν, οὐκ ἄρσεν. καὶ ὅλως ὅταν ᾖ μετὰ τοῦ ρ σ καὶ τοῦτο ρ ποιοῦσιν, οἷον θαρρεῖν, μυρρίνη, ταρρός, ἐπὶ κόρρης. Ὅμηρος διὰ τοῦ σ (ι 219)· ταρσοὶ μὲν τυρῶν βρῖθον. καὶ οἱ τραγικοί. πολλὰ δὲ καὶ ἄλλα τῶν Ἀττικῶν ὀνόματα φυλάττονται οἱ τραγικοὶ ὡς ἰσχνότερα τῆς τραγῳδίας καὶ πολιτικώτερα. οὐ μέντοι οὐδ' οἱ Ἀττικοὶ ὁμαλίζουσιν ἐν τούτοις, οἷον Πέρσαι, Ἀρσινόη, Κερσοβλέπτης. καὶ Χερρόνησον μὲν λέγουσιν διὰ τοῦ ρ, χέρσον δὲ διὰ τοῦ σ. alpha. 2872 Ἀρρενικόν, οὐχὶ ἀρσενικὸν καλοῦσιν οἱ Ἀττικοὶ τὸ τῶν γραφέων φάρμακον. Ἀριστοφάνης Δαιταλεῦσιν (fr. novum)· οὕτως πάρεστιν ἀρρενικόν· κέλευε νῦν. alpha. 2873 Ἀρραγὲς ὄμμα· τὸ μὴ δακρῦον, ἀλλ' ἀπαθές. Σοφοκλῆς εἴρηκεν (fr. 670 N. 2† 736 R.). alpha. 2874 Ἀρραγῶσ· στερρῶς, ἐγκρατῶς, ὥστε μὴ ῥαγῆναι καὶ διαφθαρῆναι ὑπὸ βίας. Σοφοκλῆς (fr. 1024α R.). alpha. 2875 9Ἄρρητον· τὸ ἀνιστόρητον. Σοφοκλῆς εἴρηκεν (fr. 500 N. 2† 543 R.). alpha. 2876 Ἀρρηφορεῖν· τὸ τὰ ἀπόρρητα καὶ μυστικὰ φέρειν. καὶ Ἀρρηφόροι καὶ ρρηφορία ὁμοίως. alpha. 2877 9Ἄρριχοι· κόφινοι οἰσύϊνοι, οὓς ἀρσίκους οἱ Ἴωνες. θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀρρίχους. Ἀριστοφάνης (An. 1309). alpha. 2878 9Ἄρρυ9· ἐπίφθεγμα ἐρετῶν, ὥσπερ τὸ ῥυππαπαὶ (αρ. Ran. 1073) καὶ ἕτερα τοιαῦτα. alpha. 2879 Ἀρρωδεῖν· τὸ δεδοικέναι. καὶ διὰ τοῦ ο ὀρρωδεῖν. μᾶλλον δὲ τοῦτο Ἑλληνικόν. alpha. 2880 Ἀρρωστία τοῦ στρατεύειν· ἀντὶ τοῦ ἀπροθυμία. Θουκυδίδης (3, 15, 2). alpha. 2881 Ἀρρενωποὺσ καὶ ρρενωπάδασ† τὰς γυναῖκας† καλοῦσιν. Κρατῖνος (fr. 389 K.). alpha. 2882 Ἀρρωστήμων· Εὔπολις Αὐτολύκῳ (fr. 63 K.). alpha. 2883 9Ἄρσεων (Ps. 80, 7)· βασταγμάτων. alpha. 2884 9Ἄρσει· ποτιεῖ. alpha. 2885 Ἀρτάβη· μέτρον ἐστὶ Περσικόν. alpha. 2886 9Ἄρταμοσ· κρεουργός, μάγειρος. τάττει αὐτὸ Σοφοκλῆς καὶ ἐπὶ τοῦ φονέως (fr. 921 N. 2† 1025 R.). alpha. 2887 9† Ἆρται† 9· ἐπικρέμαται. alpha. 2888 Ἀρτάνη· κυρίως μὲν ἡ τῶν καλῳδίων ἀγχόνη. Σοφοκλῆς δὲ ἐν Αἰχμαλωτίσιν (fr. 48 N. 2† 51 R.) ἐπὶ τοῦ δεσμοῦ. alpha. 2889 Ἀρτεμισία· δύο γεγόνασι, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ὧν ἡ μὲν πρώτη γέγονε κατὰ τὰ Περσικά, ἡ δὲ βʹ, ἧς καὶ Δημοσθένης (15, 11) μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου. alpha. 2890 9Ἄρτημα βαλαντίου9· ὁ δεσμὸς τοῦ βαλαντίου. ἢ ὁ τελαμών, ἐξ οὗ ἤρτηται. alpha. 2891 Ἀρτήρ· ὑποδήματος γένος. Φερεκράτης (fr. 38 K.). alpha. 2892 9Ἄρτι· ἐπὶ τοῦ ἀπηρτισμένως καὶ πεπληρωμένως. λέγεται δὲ ἄρτι καὶ τὸ μέρος τοῦ παρεληλυθότος συνάπτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει τὸ νῦν. alpha. 2893 Ἀρτιάζειν· τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγάλοις ἤ τισι τοιούτοις. οὕτως Πλάτων Λύσιδι (206ε)·. alpha. 2894 Ἀρτικροτεῖσθαι· συμφωνεῖσθαι. alpha. 2895 9Ἄρτια· ἡρμοσμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἄρμενα. alpha. 2896 9† Ἀρτισμός† 9· ἀνακρεμασμός. alpha. 2897 Ἀρτιμελήσ· ὑγιὴς τοῖς μέλεσιν. alpha. 2898 Ἀρτιεπήσ· ἀπηρτισμένος ἐν τῷ λέγειν. alpha. 2899 Ἀρτιθαλῆ9· νεόφυτα. alpha. 2900 Ἀρτίπουσ· ὑγιεῖς τοὺς πόδας ἔχων. alpha. 2901 Ἀρτίστομοσ· ὁ σαφὲς καὶ ἡδὺ φθεγγόμενος. alpha. 2902 Ἀρτίφρονεσ· σώφρονες. alpha. 2903 Ἀρτίωσ· τελείως, ὑγιῶς. alpha. 2904 Ἀρτίωσ, οὐ μόνον ἄρτι· τὸ πρὸ ὀλίγου. Φερεκράτης. alpha. 2905 9Ἄρτοσ· ὄνομα τυράννου Μεσσαπίων, ὃν καὶ πρόξενον Ἀθηναίους φησὶ ποιήσασθαι Πολέμων (fr. 89 Preller). alpha. 2906 Ἀρτοπόπον· καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοκόπον. ἔστι δὲτὸ ρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου (fr. 27 K.). alpha. 2907 Ἀρτοσιτεῖν· τὸ ἐναντίον τοῦ ὀψοφαγεῖν.. alpha. 2908 Ἀρτύειν· σκευάζειν. alpha. 2909 9Ἄρτυεν· ἐβασίλευεν. alpha. 2910 Ἀρτύναντεσ (M 43)· παρασκευάσαντες. alpha. 2911 Ἀρύβαλλοσ· τὸ ἑλκυστὸν βαλάντιον. alpha. 2912 Ἀρύβασ· κύριον. Ἀλκέτου μὲν ἦν υἱός, Μολοττῶν δὲ βασιλεύς. alpha. 2913 Ἀρύει· βοηθεῖ. alpha. 2914 9† Ἄρυθμος† 9· ἀδιατύπωτος, ἀκανόνιστος, μὴ ἔχων ῥυθμόν· ῥυθμὸς γὰρ ὁ τύπος. alpha. 2915 Ἀρυσάμενοσ· ἀντλήσας. alpha. 2916 Ἀρυστίχουσ· τὰς οἰνοχόας καὶ κοτύλας. alpha. 2917 Ἀρύτεσθαι σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης. καὶ Πλάτων. alpha. 2918 9Ἄρυστισ· ἡ ἀπνευστὶ πόσις. alpha. 2919 Ἀρχαιϊκὸν καὶ πάντα τὰ τοιαῦτα διὰ τῶν δύο ιι. Ἀριστοφάνης. alpha. 2920 Ἀρχαῖοσ· ἀντὶ τοῦ εὐήθης. Πλάτων (Hipp. min. 371d). alpha. 2921 9† Ἀρχαῖος† 9· Ἰσοκράτης μὲν (8) τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτρόποις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν Φιλιππικοῖς εἰπὼν (9, 48) οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. alpha. 2922 Ἀρχαιρεσίασ λέγουσι θηλυκῶς καὶ πληθυντικῶς, οὐκ ἀρχαιρεσίαν οὐδὲ ἄλλως πως. alpha. 2923 Ἀρχαιρεσιάζειν· τὸ πρὸς χάριν τινὶ ζητεῖν. alpha. 2924 Ἀρχαίωσ· ἀπραγμόνως, ἀπαρατηρήτως καὶ ἠλιθίως. alpha. 2925 Ἀρχεῖα· ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτοφυλάκιον. ἢ τὰ χωρία τῶν κριτῶν. ἢ ἀρχαί, ὡς Ξενοφῶν Ἱστοριῶν ηʹ (5, 17 et 6, 10). alpha. 2926 Ἀρχηγέται· ἐπώνυμοι τῶν φυλῶν. Ἀριστοφάνης (fr. 126 K.)· ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας. alpha. 2927 Ἀρχηγέτησ· ἡγεμών. alpha. 2928 Ἀρχῆθεν· οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρ' Αἰσχύλῳ (fr. 416 N. 2† 758 M). παρ' Ἡροδότῳ δέ ἐστι (7, 104, 1) καὶ τοῖς Ἴωσι. alpha. 2929 Ἀρχὴ ἄνδρα δείκνυσι· παροιμιῶδές ἐστι. Σόλωνος δὲ (Nr. 199 Martina) εἶναί φασιν αὐτὸ ἀπόφθεγμα. Ἀριστοτέλης δὲ (EN 1130a 1) καὶ Θεόφραστος (deest ap. Wimmer) Βίαντος. alpha. 2930 Ἀρχὴν ἰᾶσθαι πολὺ λῴϊον ἠὲ τελευτήν· παροιμία. δηλοῖ δὲ ὡς† ἀρχόμενός τινος† πάθους καὶ ἄλλου τινὸς δεινοῦ μᾶλλόν ἐστι κωλύειν ἢ ἐνακμάσαντος καὶ τελειωθέντος. alpha. 2931 Ἀρχὴν Σκυρίαν· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων, παρόσον πετρώδης καὶ λυπρὰ ἡ Σκῦρος. alpha. 2932 Ἀρχίδια· τὰς ἀρχὰς ὑποκοριζόμενοι λέγουσιν. alpha. 2933 Ἀρχιέρεων, οὐκ ἀρχιερέα. Πλάτων (Leg. 12, 947a). alpha. 2934 Ἀρχιθεωρόσ· ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δὲ οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς καλλινίκους ἀγῶνας καὶ ὑπὲρ τῶν πατρίδων θύοντες. alpha. 2935 Ἀρχιτέκτων· βʹ σημαίνει· καὶ τὸ τῶν οἰκοδομημάτων εἶναι ἐπιστάτην καὶ κυρίως τὸν ἄρχοντα τῶν τεκτόνων, ὃς τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπινοεῖ. λέγεται δὲ καὶ ἀπὸ τούτων ἀρχιτέκτων καὶ ὁ κατασκευάσας τινὶ καὶ σκευωρησάμενος πρᾶγμά τι. Δημοσθένης (56, 11)·. alpha. 2936 9Ἄρχοντες οἱ θʹ τίνεσ· ἄρχων, πολέμαρχος, βασιλεύς, θεσμοθέται ἕξ. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ' ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ Βουκολίῳ· τὸ δὲ ἦν πλησίον τοῦ πρυτανείου· ὁ δὲ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺς Ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ Θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν αὐτοῖς ἕτερον τελεῖται ἢ μόνον ὑποκρίνουσι τοὺς ἀντιδίκους. alpha. 2937 9Ἄρχων· ἀφ' οὗ ὁ ἐνιαυτὸς ἐπώνυμος γενόμενος ἐμετρεῖτο. ἦν δὲ ὁ ἄρχων τῶν θʹ εἷς. alpha. 2938 Ἀρωγή9· βοήθεια. alpha. 2939 Ἀρωγόσ· ὠφέλιμος. alpha. 2940 Ἀρώματα· οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα. alpha. 2941 Ἀσαλὴς μανία· ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. Αἰσχύλος (fr. 319 N. 2† 634 M.). alpha. 2942 Ἀσάλπιγκτον ὥραν· τὸ μεσονύκτιον, ἐπεὶ ταύτης τῆς ὥρας οὐκ εἰώθασι σαλπίζειν, ἀλλ' ἑσπέρας καὶ ὄρθρου. alpha. 2943 9Ἆσαι· βλάψαι. οὕτως Αἰσχύλος (fr. 417 N. 2† 759 M.). alpha. 2944 9Ἄσβεστοσ (A 599)· ἀκατάπαυστος. alpha. 2945 Ἀσαφέσ· ἀνόητον, ἄδηλον. alpha. 2946 9Ἄσβολοσ· θηλυκῶς ἡ ἄσβολος, οὐχὶ ἡ ἀσβόλη, οὐδὲ ἀρσενικῶς ὁ ἄσβολος. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (244/ 5)· τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας. φεῦ ἰοὺ τῆς ἀσβόλου. alpha. 2947 Ἀσέλγεια· ἀντὶ τοῦ πολυτέλεια. Αἰσχίνης (1, 95). alpha. 2948 Ἀσέλγεια· πορνεία, ἀκαθαρσία. παρῆκται δέ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ' ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. alpha. 2949 Ἀσελγέσ· πᾶν τὸ σφοδρὸν καὶ βίαιον. καὶ σέλγεια ἡ μετ' ἐπηρείας καὶ θρασύτητος βία. καὶ σελγὴσ ὁ ἀνάγωγος. Δημοσθένης (fr.