Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1.1
. σημαίνει δὲ καὶ τὴν ἀγωνίαν καὶ τὸ ἄθροισμα καὶ τὸν ναόν, ἔνθα ἀθροίζονται, καὶ τὸν τόπον, ἔνθα ἀθροίζεται τὸ πλῆθος. alpha. 316 Ἀγῶνα· καὶ Ὅμηρος (θ 260) τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδης εʹ (50, 4)· προελθὼν εἰς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον. alpha. 317 Ἀγὼν οὐ δέχεται σκήψεισ· τάττεται ἡ παροιμία καὶ ἐπὶ τῶν μηδὲν ὀνησαμένων εἰς σκῆψιν. alpha. 318 Ἀγωνιᾶν· Ἰσοκράτης (15,) ἀντὶ τοῦ ἀγωνίζεσθαι. καὶ ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι ὁ αὐτός (4, 91). alpha. 319 Ἄγωνοσ· κατὰ σχηματισμὸν ἀντὶ τοῦ ὁ ἀγών· ἀπὸ δὲ γενικῆς ἐσχηματίσθη. οὕτως Ἀλκαῖος ὁ λυρικὸς πολλάκις ἐχρήσατο (fr. 403 L. P.). alpha. 320 Ἀγωνοθέτησ· ὁ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς. alpha. 321 Ἀγῶνα· τὴν συναγωγήν. οὕτως Ἀριστοφάνης (fr. 927 K.). alpha. 322 Ἀδαγμόσ· ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως Σοφοκλῆς (Tr. 770). alpha. 323 Ἀδαήμονεσ· ἄπειροι. alpha. 324 Ἀδαμάντινα· στερρά. alpha. 325 Ἀδαξῆσαι· τὸ κνῆσαι, οὐκ ἐν τῷ ὀδαξῆσαι. καὶ ἀδαχεῖν· τὸ κνήθειν· ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τ' ἀεί. Ἀριστοφάνης ἐν Ὁλκάσιν (fr. 410 K.). alpha. 326 Ἄδασμοσ· οὐδένα δασμὸν ἐκτίνουσα οὐδὲ μερίζουσα δασμὸν τῆς οἰκήσεως. οὕτως Αἰσχύλος (fr. 63 N. 2† 77 M.). alpha. 327 Ἄδδιξ· μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης (fr. 709 κ.). alpha. 328 Ἀδεὲς δέοσ (Pl. Symp. 198a)· τάσσεται ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων. ἢ ἀσφαλές, οὐ φοβερόν. alpha. 329 Ἀδέητοσ· Ἀντιφῶν (87 B 10 D.. K) ἀντὶ τοῦ ἀνενδεής. alpha. 330 Ἀδείμαντα· ἄφοβα. alpha. 331 Ἀδεκάστωσ· ἀμερίστως, δικαίως, ἀδωροδοκήτως, ὀρθῶς. alpha. 332 Ἀδεκατεύτουσ· ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς θεοῖς. alpha. 333 Ἀδελφίζειν· τὸ ἀδελφόν τινα πυκνῶς καὶ θεραπευτικῶς καλεῖν. οὐ μόνη ἡ κωμῳδία (Apolloph. fr. 4 K.), ἀλλὰ καὶ οἱ ῥήτορες τῇ λέξει ταύτῃ χρῶνται. οὕτως Ἰσοκράτης (19, 30). alpha. 334 Ἀδημονεῖν· κυρίως μέν ἐστι τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν ἔν τινι δήμῳ ἢ χώρᾳ. Ὅμηρος [...]. alpha. 335 Ἁδήν· τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γίνεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται παραλόγως, ὥς φησιν Ἡρωδιανός (1, 53, 20 L.). alpha. 336 Ἄδην· τὸ ἅλις. Πλάτων πολλαχοῦ κέχρηται. ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρμίδῃ (153d)· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν. alpha. 337 Ἀδημονῶν· ἀγωνιῶν. alpha. 338 Ἀδήριτοσ· ἄμαχος. alpha. 339 Ἀδηφάγοσ· ἀθρόως ἐσθίων, πολυφάγος, γαστρίμαργος. alpha. 340 Ἀδηνέωσ· ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν τῶν δηνέων καὶ μεριμνῶν. alpha. 341 Ἀδηφάγον ἅρμα· τὸ τέλειον. alpha. 342 Ἀδηφάγοι τριήρεισ· αἱ μεγάλαι οὕτως ἐλέγοντο· ἢ ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ ἀδηφάγα ἅρματα τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς. alpha. 343 Ἀδηφάγοι τριήρεισ· λέγοιντ' ἂν αἱ ἐντελόμισθοι καὶ πολλὰ ἀναλίσκουσαι, ἐκ μεταφορᾶς τῶν τελείων καὶ ἀγωνιστῶν ἵππων. Ἀλ καῖος δὲ ἐν τῇ Κωμῳδοτραγῳδίᾳ (fr. 21 K.) τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν. alpha. 344 Ἀδῄωτον· ἀπόρθητον, ἀπραίδευτον. alpha. 345 Ἀδηφάγοι· ἀγωνισταὶ ἵπποι οὕτως ἐκαλοῦντο, ὡς Ἀριστοφάνης (fr. 736 K.) καὶ Φερεκράτης (fr. 197 K.). ἔφη δὲ καὶ ἀδηφαγοῦσα Σοφοκλῆς (fr. 889 N. 2† 976 R.) καὶ ἀδηφαγεῖν Ἕρμιππος (fr. 84 K.). ἀλλὰ καὶ ἀδηφάγον εἷπε Λυσίας (φρ. 103 S.) τὴν τέλειον μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος δὲ ὁ κωμικὸς (fr. 21 K.) καὶ τοὺς πότας λεγομένους λύχνους ἀδηφάγους ἔφη χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ἀδηφάγοι ἐλέγοντο. καὶ οἱ γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφάγον. alpha. 346 Ἀδίαντον· ξηρόν, ἄβροχον. ἢ φυτὸν παρ' ὕδασι φυόμενον, τὸ καλούμενον πολύτριχον. alpha. 347 Ἀδιάφθορον· ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μήπω μετ' ἀνδρὸς παιδισκάριον γεγονός, ὡς Μένανδρος (fr. 812 K.. TH). καὶ μὴν ἀδιάφθορον τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (106e)· ὁπότε δὴ τὸ ἀδιάφθορον καὶ ἀθάνατον οἴχεται. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νόμων ʹ (768b)· ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν. προάγεται δὲ ἡ λέξις καὶ ἐπιρρηματικῶς, ὡς Αἰσχίνης φησὶν (1, 137) Ἀδιαφθόρως. alpha. 348 Ἀδιαίτητοσ· ἀλλότριος, ἀήθης. alpha. 349 Ἀδιάκριτοσ· ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα, ἢ ἀφρόνως φλυαρούντων. alpha. 350 Ἀδιαλώβητον· ἀβλαβές. alpha. 351 Ἀδιάρθρωτον· ἄσημον, ἀτράνωτον. alpha. 352 Ἀδίαυλος τόποσ· ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως Εὐριπίδης (fr. 868 N. 2). alpha. 353 Ἀδιαφορία· ἀμέλεια χωρὶς παρατηρήσεως. alpha. 354 Ἀδιάστατον· τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν (87 B

Intertext edge

Open linked passage

Note