Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
881.1.1
. alpha. 465 Ἀθηνᾶ ἱππία· ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθ' ἵππων ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας (FHG 3, 149, fr. 2), ἡ Ποσειδῶνος καὶ Κόρης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. ἄλλοι δέ φασιν {ὡς Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορεῦσαι. alpha. 466 Ἀθηναίασ ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας, ἀλλ' Ἀττικάς, ἐν τοῖς Περὶ Ὁμήρου (FHG 4, 443), ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσι. Φερεκράτης δὲ ἐν Γραυσί φησιν (fr. 34 K.)· Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ (fr. 5 K.)· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτερυγίῳ (fr. 66 K.)· τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς {καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται. ἀλλ' ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10 K.). καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ (FGrHist 392 F 11) καὶ Πίνδαρος ἐν† σχολίοις†. ὁ μέντοι Φρύνιχος (Praep. soph. fr. 8) ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. alpha. 467 Ἀθηνόδωροσ· ὄνομα κύριον. ἦν δ' οὗτος στρατιώτης Ἀθηναῖος. alpha. 468 Ἀθμονεύσ· Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ' οὗ ὁ δημότης Ἀθμονεύς. alpha. 469 Ἀθήρ· ἡ ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἐκ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ στάχυος τὸ ἄκρον καὶ λεπτότατον, ἀφ' οὗ τὸ ἀθηρηλοιγὸν καὶ ἀθερίζειν πεποίηται. οὕτως Φιλωνίδης (fr. 2 Dem.). alpha. 470 Ἄθηρος ἡμέρα· σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα· καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισι (fr. 241 N. 2† 419 M.). πρόσεστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος· οὔπω τις Ἀκταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα ἔπεμψεν εἰς δόμους. συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 9). alpha. 471 Ἀθάρη καὶ ἀθήρα καὶ ἀθέρα καὶ ἀθάρα τὸ αὐτό φασιν. ἔστι δὲ ἡ ἀθάρη ἡ ἐκ πυρῶν ἑψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος τροφή. διαφέρει δὲ τοῦ ἔτνους, ὅτι τὸ μὲν ἔτνος ἐκ κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερεικτῶν ὡντινωνοῦν σκευάζεται, ἡ δὲ ἀθάρη, ὥσπερ εἴρηται, πυρῶν ἑψημένων καὶ διακεχυμένων. ἔστι δὲ ἡ χρῆσις τῆς λέξεως πολλὴ παρὰ τοῖς Ἀττικοῖς, κατὰ μὲν τὸ τέλος διὰ τοῦ η προαγομένη, κατὰ δὲ τὴν μέσην διὰ τοῦ α, κατὰ δὲ πολλοὺς ἄλλους κατὰ μὲν τὸ τέλος διὰ τοῦ α, κατὰ δὲ τὴν μέσην διὰ τοῦ η. οὕτως δὲ καὶ Ἑλλάνικος (FGrHist 4 F 192) καὶ Σώφρων (fr. 77 Kaibel) ἐχρήσαντο. ἐκτείνουσι δὲ καὶ τὸ α, ὡς ἀπὸ τοῦ ἀθήρα τῆς λέξεως μεταληφθείσης. ἴσως δέ, φασίν, ἀθέρα ἦν ἡ λέξις διὰ τοῦ ε τὸ πρῶτον, ἡ ἐκ τῶν ἀθέρων κεκαθαρμένη τροφὴ καὶ ἑψημένη ἐκ τῶν πυρῶν, ὕστερον δὲ εἰς τὸ η τὸ ε ἐξετάθη, ὥσπερ καὶ τὸ ἔθος εἰς ἦθος. τὸ μέντοι ἀθέρα εἰς τὸ ἀθάρα Δωρικῶς γέγονεν, οἱ δὲ ἀθάρην λέγοντες Ἰακῶς φασι· καὶ γὰρ καὶ ἄλλοις ἐχρήσαντο Ἰακοῖς διὰ τὴν ἄνωθεν συγγένειαν, ἐσημηνάμην λέγοντες ἀεὶ καὶ σημηνάμενος. ὥστε τὸ ἀθάρη παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τὴν μὲν παραλήγουσαν κατὰ τὴν Δώριον, τὴν δὲ κατάληξιν κατὰ τὴν Ἰωνικὴν ἔσχε διάλεκτον. alpha. 472 Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκεσ· Πλάτων ὁ κωμικὸς ἔφη (fr. 20 Dem.). alpha. 473 Ἀθήναζε· Πλάτων Παρμενίδῃ (126a). τὸ μέντοι ἐν τῷ Περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ οὕτως (57a)· καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε. καὶ τὸ παρὰ Ἀντιφῶντι δὲ ἐν τῷ Περὶ ἀνδραποδισμοῦ λόγῳ (fr. 7 Th.) ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον τὴν σύνταξιν. γράφει δὲ οὕτως· ἐπειδὴ γὰρ ἀπῳκίσθην Ἀθήναζε καὶ ἀπηλλάγην τῆς κληρουχίας. alpha. 474 Ἀθηρήσ· ἴσως μὲν ὁ ἀτειρής, ἢ ὁ ἄγαν θεριστικός. Αἰσχύλος†̓ Αγαμέμνονι† (fr. 128 N. 2† 199 M.)· χαλκὸν† ἀνθερητὸν† ἀσπίδος ὑπερτενῆ. ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος. ἢ ὁ ἀθερίζων καὶ οὐδενὸς ἔχων λόγον διὰ σκληρότητα. ἢ ὀξύς, παρὰ τοὺς ἀθέρας. alpha. 475 Ἀθήρ· ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον. λέγεται μὲν οὖν καὶ ἡ ἐπιδορατὶς ἀθήρ. λέγεται δὲ καὶ ἀθὴρ πυρός, ὡς Εὐριπίδης Σθενεβοίᾳ (fr. 665a Snell)· παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δ' ἀθὴρ βάλλει με καὶ τοῦδ' αἰθαλοῖ πυκνὸν πτερόν. alpha. 476 Ἆθλον· ἀγώνισμα, ἢ τιμή. ὁ μισθός, τὸ τοῦ ἀγῶνος βραβεῖον. alpha. 477 Ἆθλοσ· ἀρρενικῶς τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἔπαθλον. διαφέρει δὲ τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίως τὸ ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα. alpha. 478 Ἄθραυστον· ἰσχυρόν, ἄκλαστον. alpha. 479 Ἄθρει· ὅρα, βλέπε. alpha. 480 Ἀθρεῖν· τὸ ἐπισκοπεῖν καὶ μετ' ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά. alpha. 481 Ἀθροίζει· συνάγει. alpha. 482 Ἀθρόουσ καὶ ἄθρουσ λέγουσι δισυλλάβως. alpha. 483 Ἀθράνευτον· τὸ ἄστρωτον. alpha. 484 Ἄθρακτοσ· ἀτάραχος. καὶ τὸ συνεχύθη ἐθράχθη, ὡς Σοφοκλῆς (fr. 952 N. 2† 1055 R.). alpha. 485 Ἄθρουσ·† εἰς ἅπαν† συνηγμένους ὁμοῦ, ἢ ἀθρόως. alpha. 486 Ἀθηνᾷ τὸν αἴλουρον· ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται, ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι. alpha. 487 Ἄθυμοσ· ὅ τε ἀόργητος παρὰ Πλάτωνι (Reip. 5, 456a) καὶ τὸ περίλυπος παρ' Αἰσχίνῃ (3, 147). alpha. 488 Ἄθυμοσ· ἀντὶ τοῦ ἀθυμητής. Πλάτων Πολιτείας εʹ (456a)· ἤγουν ὁ λελυπημένος. alpha. 489 Ἀθυμία· Ἡρόδοτος ἐν τῷ πρώτῳ αὐτοῦ λόγῳ (37, 2) τὴν† ἀτυχίαν† λέγει. alpha. 490 Ἀθυμεῖν· ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ τραγῳδίᾳ. οὕτως Αἰσχύλος (Pr. 474). alpha. 491 Ἀθυρόγλωσσοσ· Εὐριπίδης Ὀρέστῃ (903)· ἀνήρ τις ἀθυρόγλωσσος. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχοντα τὴν γλῶτταν. alpha. 492 Ἄθυρμα· παίγνιον. alpha. 493 Ἄθυρμα· παίγνιον. Κρατῖνος Ὀδυσσεῦσι (fr. 145 K.)· νεοχμὸν παρῆχθαι ἄθυρμα. καὶ ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις (7, 796b)· ἡ δ' αὖ παρ' ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι. alpha. 494 Ἀθύρων· παίζων. alpha. 495 Ἀθύρωτοσ· ἄκλειστος. Ἀριστοφάνης (Ran. 838). alpha. 496 Ἀθώπευτον· ἀκολάκευτον, ἄσπλαγχνον. alpha. 497 Ἄθων· τὸ ὄρος, θηλυκῶς. alpha. 498 Ἀθῷοσ· ἀζήμιος· θωὴ γὰρ ἡ ζημία. ἢ ὁ ἔξω τῆς αἰτίας. Ἀθῷον δὲ τὸ ἀτιμώρητον. alpha. 499 Αἰαῖ· ἠθικὸν τοῦτο. Πλάτων Γρυψίν (fr. 16 K.)· αἰαῖ· γελῶν δ' ἐπηκροώμην πάλαι. ἔστι δὲ πολὺ παρὰ τοῖς τῆς μέσης κωμῳδίας καὶ τῆς νέας ποιηταῖς. alpha. 500† αἶ αἶ· ἀκόντιον Ἀθήνησι καὶ τὸ Αἰακοῦ τέμενος†. alpha. 501 Αἶ· ψιλούμενον μὲν καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αἴθε, δασυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν. σημαίνει δὲ καὶ ἐπίρρημα θρηνητικὸν περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλασιάζεται· αἶ αἶ τάλαινα (Lyc. 31). alpha. 502 Αἰβοῖ· σχετλιασμοῦ δηλωτικὸν ἐπίφθεγμα παρὰ Δωριεῦσιν. alpha. 503 Αἰγάλεωσ· ὄρος ἐν τῇ Ἀττικῇ ἀπαντικρὺ Σαλαμῖνος. alpha. 504 Αἲ γάρ· εἴθε γάρ. alpha. 505 Αἰγείρου θέα καὶ ἡ παρ' αἴγειρον θέα· Ἀθήνησιν αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυον εἰς τὴν θέαν πρὸ τοῦ τὸ θέατρον γενέσθαι. οὕτως Κρατῖνος (fr. 339 K.). alpha. 506 Αἰγιάζειν· ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν. Εὔπολις (fr. 2 K.)· σὺ δ' αἰγιάζεις ἐνθαδὶ καθήμενος. alpha. 507 Αἰγίζει· ἀντὶ τοῦ καταιγίζει. οὕτω Σοφοκλῆς (fr. 984 R.). alpha. 508 Αἰγίβοτοσ· ἐπιτηδεία αἶγας βόσκειν. alpha. 509 Αἰγίθαλλοσ· ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδει (fr. 3 K.)· ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος. alpha. 510 Αἰγίσ· τὸ ἐκ τῶν στεμμάτων δίκτυον. καὶ πλέγμα, καὶ θώραξ, καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης, καὶ τὸ τοῦ Διὸς ὅπλον, καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσιν. alpha. 511 Αἰγίπυροσ· πόα πυρρά, ἣν αἶγες νέμονται. alpha. 512 Αἰγιναῖον σκάφοσ· τὸ ἐξ Αἰγίνης. καὶ Αἰγίνηθεν ἐρεῖς ηὐτομόληκασ. alpha. 513 Αἰγίσ· περιβολαίου εἶδος ἱεροῦ. οὕτω Δημῶναξ (TrGF 207 F 3) καὶ ἕτεροι. alpha. 514 Αἰγύπτιον γῆρασ· Σοφοκλῆς (fr. 363 N. 2† 395 R.)· πρῶτον ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον, ἔπειτα γῆρας λαμβάνεις Αἰγύπτιον. σημαίνει δὲ [...]. alpha. 515 Αἰγύπτιον· ὄνομα ἐθνικόν. καὶ κύριον τοῦ Ἰθακησίου γέροντος. alpha. 516 Αἰγύπτησ· συβώτης, νομεύς. alpha. 517 Αἴγυπτοσ· ὁ Νεῖλος ποταμός, ἀφ' οὗ καὶ ἡ χώρα ὑπὸ τῶν νεωτέρων Αἴγυπτος ἐκλήθη. alpha. 518 Αἰγυπτιάζειν· τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. alpha. 519 Αἰγυπιὸν οἱ παλαιοί, οὐ γῦπα. alpha. 520 Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουσι τὸ τελευταῖον α. Δαιταλεῦσιν Ἀριστοφάνης (fr. 211 K.)· τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει. alpha. 521 Αἰγεῖον· Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου (fr. 3, 2 C.). Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις. alpha. 522 Αἰγεῖδαι· Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ (28), εἰ γνήσιός ἐστιν. ἔστι δὲ Αἰγηῒς φυλὴ ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἧς οἱ φυλέται Αἰγεῖδαι. alpha. 523 Αἰγίδεσ· τὰ τῶν στεμμάτων δίκτυα, ὡς Λυκοῦργος (fr. 24 C.) καὶ Ἡρόδοτος (4, 189). Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι (FGrHist 572 F 15). alpha. 524 Αἰγιλιεύσ· Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἧς ὁ δημότης Αἰγιλιεύς. alpha. 525 Αἰγίσ· καταιγίς. Φερεκράτης Μυρμηκανθρώποις (fr. 117 K.)· οἴμοι κακοδαίμων, αἰγὶς ἔρχεται. alpha. 526 Αἰγίλιψ· ὑψηλὴ πέτρα, ὡς καὶ τὰς αἶγας λείπεσθαι αὐτῆς ἐπιβαίνειν. ἔστι καὶ πόλις Κεφαλληνίας οὕτω καλουμένη. alpha. 527 Αἴγλη· λαμπηδών, αὐγή, φέγγος, φῶς. καὶ ἡ θυσία δὲ ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ {ἡ εἰς Δελφοὺς ἀπαγομένη αἴγλη ἐκαλεῖτο. καὶ ποπάνου τι εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ βόλος φαῦλος κυβευτικὸς αἴγλη ἐκαλεῖτο. ἀλλὰ καὶ ἡ σελήνη. καὶ τοῦ ζυγοῦ τὸ περίμεσον. καὶ παιδιά τις ἐκαλεῖτο αἴγλη. καὶ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ† τὸν ἀμφιδέα†. ἢ ἁπλῶς ψέλλιον. σημαίνει δὲ καὶ τὴν πέδην, ὡς παρ' Ἐπιχάρμῳ (fr. 20 Kaibel). alpha. 528 Αἰγλήεντοσ· λαμπροῦ. alpha. 52 Αἴγλης Χάριτεσ· πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας Αἴγλης καὶ Ἡλίου, ἐπεὶ τὰς Χάριτας λαμπρὰς εἶναι δεῖ. alpha. 530 Αἴγλη· χλιδὼν παρὰ Σοφοκλεῖ (fr. 537 N. 2- 594 R.) καὶ πέδη παρ' Ἐπιχάρμῳ (fr. 20 Kaibel). alpha. 531 Αἰγὸς τρόπον· παροιμία. λέγεται δὲ αἰγὸς τρόπον μάχαιραν ἐσκάλευσά (com. adesp. fr. 47 Dem.). λέγεται μέντοι καὶ ἑτέρως ἡ παροιμία· αἲξ ποττὰν μάχαιραν, ὡς Χρύσιππος καὶ Κλέαρχος (fr. 63 Wehrli). τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά· ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, δι' ἧς θύεται. alpha. 532 Αἰγὸς τρόπον· ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν. ἀπὸ alpha. 532 Κορινθιακῆς παροιμίας ἡ αἲξ δοῦσα τὴν μάχαιραν· οὕτω γὰρ λέγεται· Κορινθίων γὰρ τῇ Ἀκραίᾳ Ἥρᾳ θυόντων, ἣν λέγεται ἱδρύσασθαι Μήδεια, οἱ τὴν παροχὴν μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐσκήπτοντο ἐπιλελῆσθαι, ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. ἄλλοι δέ φασιν ὅτι ἐν Κορίνθῳ τοῖς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν. alpha. 533 Αἰδέσιμον· ἀξιοτίμητον, καλόν. alpha. 534 Αἰδέσασθαι· ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας (fr. 74 S.) καὶ Δημοσθένης (38, 22). ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (23, 72) ἀντὶ τοῦ† ἐξιλάσεται καὶ πείσειν†. alpha. 535 [...]· αἰδέσιμος. alpha. 536 Αἰδοῖ εἴκων (K 238)· αἰδούμενος. alpha. 537† αἰδοσύνη†· ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων. alpha. 538 Ἄιδεις ἔχων· ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς. alpha. 539 Αἰδοῦς βωμόσ· Αἰδοῦς καὶ Ἀφελείας βωμοί εἰσι περὶ τὸν τῆς Πολιάδος νεών, καθάπερ Ἴστρος ἱστορεῖ (FGrHist 334 F 25). alpha. 540 Αἰδήμων· αἰδέσιμος. alpha. 541 Ἀϊδνόν· τὸ ἀφανιστικόν. οὕτως Αἰσχύλος (Suppl. 781 cf. fr. 750 M.). alpha. 542 Ἄϊδρισ· ἄπειρος. alpha. 543 Ἄϊδροσ· Ἴων Τεύκρῳ (TrGF 19 F 34)· ἡμεῖς τ' ἄϊδροι πρὸς πέτραις ἐπταίομεν, ἀντὶ τοῦ ἀΐδριδες. καὶ ἐν Φοίνικι (F 41 a)· ἐκ τῶν ἀΐδρων. alpha. 544 Ἄϊδρα· ἄπειρα, ἀμαθῆ, μὴ πειραθέντα. Ἴων Ἀλκμήνῃ (TrGF19 F 5a)· καὶ μὴν ἅπαντα τίκτεται πρώταις γοναῖς ἄϊδρα, πειραθέντα δὲ ἐκδιδάσκεται. alpha. 545 Ἄϊδρισ· ἀμαθής. Αἰσχύλος Ἀγαμέμνονι (1105)· τούτων ἄϊδρίς εἰμι τῶν μαντευμάτων. alpha. 546 Ἀϊδροδίκησ· Σοφοκλῆς ἔφη (fr. 985 R.). alpha. 547 Ἀΐδρυτα· τὰ κακά, τὰ κατάρατα, ἃ ἄλλοι αὑτοῖς οὐκ ἂν ἱδρύσαιντο. εἴρηνται δὲ καὶ αἱ σεμναὶ θεαὶ ἀΐδρυται ὑπὸ Κλειδήμου (FGrHist 323 F 26). alpha. 548 Ἄϊδος κυνέη· ἀθάνατόν τι νέφος, ὃ περιβάλλονται οἱ θεοί, ὅταν θέλωσιν ἀλλήλοις μὴ γινώσκεσθαι, οἷον νεφέλη ἀφανής, ἣν ὑποδυσάμενοι οἱ θεοὶ ἀθεώρητοι γίνονται ἀλλήλοις. alpha. 549 Ἄιδειν· ἐπὶ τῶν ἀλεκτρυόνων Ἀττικοί φασι, κοκκύζειν δὲ οὔ φασι πλὴν μωκώμενοί τινα ξένον. δηλοῖ δὲ καὶ λέγειν καὶ ὀνομάζειν. alpha. 550 Αἰδέσεωσ· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 43)· τοὺς δὲ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν. ὁ αὐτὸς δὲ καὶ αἰδέσηταί φησιν ἀντὶ τοῦ αἰδοῦς καὶ τιμῆς ἀξιώσας οἰκτείρῃ καὶ ἐξιλασθῇ ἐν τῷ πρὸς Πανταίνετον (37, 59), ἀντὶ δὲ τοῦ ἐξιλάσεται ἐν τῷ κατὰ Ἀριστοκράτους εἶπεν (23, 72)· καὶ φεύγειν, ἕως ἂν αἰδέσηταί τινα τῶν προσγενῶν τοῦ πεπονθότος. alpha. 551 Ἄιδειν ὅμοιον· καινοτάτη ἡ σύνταξις καὶ Ἀττικῶς, εἰ καί τις ἄλλη, εἰρημένη. σημαίνει δὲ τὸ μάτην λέγειν, ὡς εἰ καὶ ἄλλως ᾄδειν ἐθέλοι τις ἐν οὐδενὶ πράγματι ἀνυσίμῳ. Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 2 Dem.)· ὅμοιον ᾄδειν· οὐ γὰρ ἔστ' ἄλλως ἔχων. Ἀριστοφάνης δὲ ἐν Γεωργοῖς ἐξηγούμενος τὸ ᾄδεις, ὅπερ ἐπὶ τοῦ μάτην λέγεις τίθεται, παροιμιῶδες αὐτὸ ποιεῖ· φησὶ γάρ (fr. 7 Dem.)· καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε; νὴ Δία, φράσω δ' ἐγὼ μέγα σοι {καὶ τεκμήριον· ἔτι γὰρ λέγουσιν οἱ πρεσβύτεροι καθήμενοι, ὅταν κακῶς τις ἀπολογῆται τὴν δίκην, ᾄδεις. συνουσίᾳ χρῶ κατὰ Φρύνιχον (Praep. soph. 20, 1. 11). alpha. 552 Αἰδώ· χωρὶς τοῦ σ· ἀγαθὴ δὲ ἐπὶ ἤθεσιν αἰδώ (Philet. fr. 9 Powell). ἡ λέξις Ἡρωδιανοῦ (2, 763, 20 L.). alpha. 553 Ἅιδῃ τεκεῖν τέκνα· Εὐριπίδης Πολυΐδῳ (fr. 645 a Snell)· δύστηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τίκτουσαι τέκνα. alpha. 554 Αἰδώσ· παρ' Ὁμήρῳ πολλάκις (E 787, al.), σπάνιον δὲ παρὰ τοῖς ἄλλοις. alpha. 555 Αἰδῶ· τὸ αἰδοῖον. καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσιν. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς. καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπόλει. alpha. 556 Ἀΐειν· ἀκούειν καὶ αἰσθάνεσθαι. alpha. 557 Ἄιδειν τὰ Τελαμῶνοσ· ἦν τι σκόλιον γεγραμμένον ἐπὶ Αἴαντι, οὗ καὶ ὁ Τελαμὼν κατεμέμικτο. alpha. 558 Αἶα· τὰ λεγόμενα ὄα. φυτὰ δέ ἐστι. Διονύσιος δέ φησι· τὰ δὲ ὄα τινὲς βάμμα, οἱ δὲ αἶα, οἱ δὲ λεόνεον προσαγορεύουσιν. alpha. 559 Αἰεί· δι' αἰῶνος· θεῶν αἰειγενετάων (B 400). καὶ τὸ κατὰ χρόνον. καὶ τὸ συνεχῶς καὶ πυκνῶς. καὶ τὸ διόλου· ἀεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα (A 541). καὶ τὸ καθ' ὥραν τεταγμένην συμβαῖνον· μάλα κεν βαθὺ λήϊον αἰεί (ι 134). καὶ τὸ ἐν βραχεῖ χρόνῳ συνεχές· αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον (502). alpha. 560 Αἰειγενετάων (B 400)· διὰ παντὸς ὄντων. ἢ διὰ παντὸς ἐνεργούντων καὶ γενεσιουργούντων. alpha. 561 Αἰεὶ νέον ἐρχομενάων (B 88)· οἱονεὶ διὰ παντὸς νεωστὶ ἐρχομένων. alpha. 562 Αἰετὸν κάνθαρος μαιεύσομαι· παροιμία· τὰ γὰρ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν. alpha. 563 Αἰεὶ γεωργὸς εἰς νέωτα πλούσιοσ· λέγεται καὶ χωρὶς τοῦ ι· ἀεὶ γεωργός. μέμνηται δὲ τῆς παροιμίας καὶ Θεόπομπος ὁ κωμικὸς ἐν τῇ Εἰρήνῃ (fr. 1 Dem.) ὡς καὶ ἐν Δελφοῖς ἀναγεγραμμένης· ἔπειτα κἀν Δελφοῖσιν ἀνατεθῇ γραφείς· ἀεὶ γεωργὸς {ὅτι χρηστὸς ἦν, πρῶτον πολὺ τὸν λιμὸν ἀποφεύγων. ἔστι καὶ παρὰ ἄλλοις ἡ ὑπόμνησις, ὥς φησιν Εἰρηναῖος (fr. novum). alpha. 564 Αἰέλουροσ· τετρασυλλάβως Ἀριστοφάνης (Ach. 879) καὶ Σοφοκλῆς (Ichn. 303 R.). alpha. 565 Αἰετοί· τὰ προνόμια τῶν ναῶν καὶ τὰ φατνώματα τῶν ὀρόφων, διὰ τὸ ἐοικέναι πτέρυξιν ἀετοῦ. alpha. 566 Αἰθάλη· σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν. alpha. 567 Αἰθαλίδησ· δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλίδης. alpha. 568 Αἰθαλόεν· κεκαυμένον. alpha. 569 Αἰθαλώδησ· σκοτώδης. alpha. 570 Αἰθέρα· οὕτω τὸν ἐμπυρισμὸν λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ αἴθεσθαι. alpha. 571 Αἴθ' ὄφελεν· παραλλήλως τὰ εὐκτικὰ μόρια κείμενα κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον προσώπων, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει. alpha. 572 Αἴθε· εἴθε. alpha. 573† αἴθεσιν· λαμπροῖς†. alpha. 574 Αἰθήρ· ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμενος ὑπὸ τοῦ ἡλίου. alpha. 575 Αἰθιόπιον· τῆς Εὐβοίας ἐστὶ χωρίον. alpha. 576 Αἰθόμενοσ· καιόμενος. alpha. 577 Αἰθρία· εὐδία. alpha. 578 Αἴθριοσ· ὁ ὑπὸ τὸν ἀέρα. alpha. 579 Αἴθρια στέφη Cratin. fr. 22 K.)· τὰ αἰθέρια ἢ μεγάλα. οἱ δὲ τὰ ἀπὸ τῶν δένδρων. ἢ τὰ ἐξ Ὑπερβορέων τιθέμενα. alpha. 580 Αἴθυγμα· οἷον σκίασμα καὶ σημεῖον. alpha. 581 Αἰθύσσειν· ἀνασείειν, ἀνακαίειν. alpha. 582 Αἴθων· ἀνδρεῖος καὶ πολεμικός. alpha. 583 Αἰκάλλειν· ἀντὶ τοῦ σαίνειν, ὅπερ οἱ κύνες ποιοῦσιν. οὕτως Πλάτων (fr. 21 Dem.). alpha. 584 Αἰκία· εἶδος δίκης ἐπὶ πληγαῖς. εἰσήγετο δὲ ἐντὸς ἡμερῶν τεσσάρων, πρὶν ἢ τὰ ἴχνη τῶν πληγῶν ἀφανισθῆναι. alpha. 585 Αἰκία· ὕβρις ἔμπληγος. alpha. 586 Αἰκίζει· κακοῖ, τύπτει, καθυβρίζει. alpha. 587 Αἰκίασ· εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ' ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν. alpha. 588 Αἰκῶσ· χαλεπῶς. δισυλλάβως ἀπὸ τῆς αἰκίας. οὕτως Πλάτων (fr. 225 K.). alpha. 589 Αἴλινον· κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν, ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης. alpha. 590 Αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἅρπεζον. καὶ οἱ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ (180). φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τοῦτο τὸ δι' αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν. alpha. 591 Αἱμασιαῖσ· τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις. alpha. 592 Αἵματι κλαίειν· παροιμία· ἐπὶ τῶν πάντα πραττόντων καὶ μὴ δυναμένων πεῖσαί τινα οὕτω λέγουσιν οἱ ἀρχαῖοι. alpha. 593 Αἷμα νίψαι· οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης (fr. 50 S.). alpha. 594 Αἱματόεντα· αἱματώδη. alpha. 595 Αἱματοπώτησ· οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες. alpha. 596 Αἱματῶσαι· ἀντὶ τοῦ φονεῦσαι. Σοφοκλῆς (fr. 897 N. 2† 987 R.). alpha. 597 Αἷμα· τὸ γένος· ταύτης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι (Z 211). καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ κυριώτατον. Σοφοκλῆς δὲ ἐν Ἠλέκτρᾳ (1394) τὴν μάχαιραν αἷμά φησιν. alpha. 598 Αἱμηρόν· αἵματος πλήρη. alpha. 599 Αἱμούσ· τοὺς δρυμούς. Αἰσχύλος (fr. 9 N. 2† 31 M.). alpha. 600 Αἱμύλοσ· κόλαξ, ἀπατεών. alpha. 601 Αἰναρέτησ· ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος. alpha. 602 Αἰνίγματα· ζητήματα. alpha. 603 Αἵνειν· τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα. alpha. 604 Αἶνοσ· λόγος παροιμιώδης. ἢ ἔπαινος καὶ ἐγκώμιον· αἶνός τίς ἐστιν ὡς ἀνήρ τε καὶ οὐκ ἀνήρ. alpha. 605 Αἰνίουσ· Αἶνος πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν· ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. ἀπὸ γοῦν τῆς Αἴνου τὸ ἐθνικὸν Αἴνιοι. alpha. 606 Αἰξωνίδα τρίγλην· τὴν ἀρίστην φαγεῖν· κάλλισται γὰρ αἱ Αἰξωνικαί. alpha. 607 Αἰξωνεύεσθαι· ἐπὶ τῶν κακούργων τάττεται. ἀπὸ δήμου Αἰξωνέων. alpha. 608 Αἰξωνεύεσθαι· ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων ὁ Ἀβδηρίτης. ὡς ἐπὶ βλασφημίᾳ δὲ διαβέβληται· φησὶ γὰρ ὁ κωμικός (Men. fr. 222 K.. TH)· γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν. alpha. 609 Αἰξωνῆσιν· Αἰξωνεῖς δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ' οὗ καὶ τὸ κακῶς λέγεσθαι αἰξωνεύεσθαι ἔλεγον. alpha. 610 Αἰόλη νύξ (Soph. Tr. 94)· ἢ μέλαινα, ἢ ποικίλη διὰ τὴν τῶν ἄστρων ὄψιν. alpha. 611 Αἰόλη· ἡ ταχεῖα. οὕτως Αἰσχύλος (Sept. 494). alpha. 612 Αἰολίζειν· τὸ ποικίλλειν. οὕτω Σοφοκλῆς (fr. 826 Ν. 2† 912 R.). alpha. 613 Αἰολίδασ· οὕτω τοὺς ποικίλους λέγουσιν. alpha. 614 Αἰόλοσ· ποικίλος, εὐκίνητος. alpha. 615 Αἰζηοί· νεανίαι τῷ αἵματι ζέοντες, ἢ οἱ ἄγαν θερμοὶ καὶ θυμώδεις. ἢ ὑψηλοί, μεγάλοι, ἰσχυροί. alpha. 616 Αἰονᾶν· καταντλεῖν. καὶ τὸ καταχέειν ἢ λούειν. alpha. 617 Αἱματωπόν· Εὐριπίδης (fr. 870 N. 2)· δράκοντος αἱματωπὸν ὄμμα. alpha. 618 Αἱματοσταγῆ· Εὐριπίδης (fr. 871 N. 2) καὶ Ἀριστοφάνης (Ran. 471). alpha. 619 Αἵματος ἆσαι Ἄρηα (E 289)· αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι μολῦναι καὶ χρῶσαι· ἄση γὰρ ἡ ῥυπαρία, ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες. alpha. 620† αἱμαχάναι†· αἱμάξαι. alpha. 621† αἱμεῖον†· σφάγιον. alpha. 622 Αἱματοσταγήσ· Εὐριπίδης ἔφη (fr.