Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
893.1.1
N. 2† 80 R.). alpha. 432 Ἀζήν· ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρωδιανοῦ (1, 15, 8 L.). alpha. 433 Ἀζηνία καὶ† Ἁμαξέντια καὶ Ἀναγκαῖα†, ἔτι δὲ Ἀχερδοῦκαὶ Ἀγριάδαι· δῆμοι πάντα ταῦτα Ἱπποθοωντίδος. alpha. 434 Ἁζηνιεῖσ καὶ Ἑρχιεῖς καὶ Ἁλιεῖς καὶ πάντα τὰ ὅμοια δασέωςφησὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιοὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον (fr. 65 Preller). alpha. 435 Ἀζησία· οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται (fr. 894 N. 2† 981 R.). οἱ δὲ τὴν εὐτραφῆ. alpha. 436 Ἀζηνιεύσ· Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφ' ἧς ὁ φυλέτης Ἀζηνιεύς. alpha. 437 Ἀζήτητον· τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης (3, 22). alpha. 438 Ἀζύμου κράσεωσ· ἀντὶ τοῦ γλίσχρας. καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ (74d)· τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν· λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολιτείας ηʹ (553ξ). alpha. 439 Ἄζυξ· ὁ μὴ συνεζευγμένος γάμῳ. alpha. 440 Ἀηδέσ· λυπηρόν. alpha. 441 Ἀηδόνα· ἔστι μὲν ἡ ὄρνις, ἐκ μεταφορᾶς δὲ οἱ τραγικοὶ τὴν γλωσσίδα τῶν αὐλῶν λέγουσιν (Eur. fr. 556 N. 2), ἔστι δ' ὅπου καὶ τὸν αὐλόν (Eur. fr. 931 N. 2). ἡ λέξις Διδύμου (p. 86 Schmidt). alpha. 442 Ἀηδόνειος θρῆνοσ· Αἰσχύλος (fr. 291 N. 2† 749 M.)· θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον. alpha. 443 Ἀηδόνειος ὕπνοσ· Νικοχάρης (fr. 16 K.† 4 Dem.)· εἰ πεύσομαι τὸν ἀηδόνειον ὕπνον τῆς νυκτὸς ἀποδαρθέντα σαυτὸν αἰτιῶ. alpha. 444 Ἀηδόνειος κλαγγή· Νικόμαχος (fr. 1 N. 2† TrGF 127 F 13)· μέλπουσι τὴν ἀηδόνειον κλαγγήν. alpha. 445 Ἀηδόνειοσ· ἐπὶ μὲν ὕπνου τὸ ἐλάχιστον, ἐπὶ δὲ λύπης τὸ σφοδρότατον. alpha. 446 Ἄηνα· δένδρα μικρὰ ἄκαρπα. alpha. 447 Ἄησιν· ἀναπνεῖ. Αἰσχύλος ἐν Ὅπλων κρίσει (fr. 287 M.)· καὶ διὰ πνευμόνων θερμὸν ἄησιν ὕπνον. alpha. 448 Ἄησιν· ἀντὶ τοῦ χειμῶνα. Εὐριπίδης Ἀλκμέωνι (fr. 78a Snell)· ὡς ἄπεπλον, ὦ δύστηνε, σῶμ' ἔχεις σέθεν. ἐν τοῖσδε ἄησιν καὶ θέρος διέρχομαι. alpha. 449 Ἀήσυρον· ἀσθενὲς καὶ κενόν. alpha. 450 Ἄητον· πολὺ ἢ ἀβλαβὲς καὶ οἱονεὶ ἄατον· θάρσος ἄητον ἔχουσα (395). οἱ δὲ ὁρμὴν ἀποδεδώκασιν ἀπὸ τῶν ἀητῶν μετενεγκόντες, οἵ εἰσι βίαια καὶ σφοδρὰ πνεύματα. alpha. 451 Ἀθαμβήσ· ἄφοβος. alpha. 452 Ἀθάρην, οὐκ† ἀθάρην† τὴν ἐρεικτὴν καλοῦσιν. Ἀριστοφάνης Πλούτῳ (673)· ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη. Γήρᾳ (fr. 9 Dem.)· ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον. Κράτης Ἥρωσιν (fr. 9 K.)· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. alpha. 453 Ἀθέλδεται· διηθεῖται. Διοκλῆς Μελίτταις (fr. 7 K.)· καὶ διὰ τετρημένων ἀθέλδεται τύπων. alpha. 454 Ἄθεσμος βλάβη· ἦσάν τινες ἄθεσμοι καλούμεναι βλάβαι, περὶ ὧν νόμος οὐκ ἦν κείμενος. τὸ δὲ αὐτὸ ἐκαλεῖτο καὶ ἄθεσμος δίκη. alpha. 455 Ἀθέμιστα· ἄδικα. alpha. 456 Ἀθέμιστοσ· ἄνομος. alpha. 457 Ἀθεσίαν· παραβασίαν. alpha. 458 Ἀθέμιστα καὶ ἀνόσια δρᾶν· Δείναρχος εἶπε (fr. 6, p. 146, 19 C.) καὶ† Ξενοφῶν†. καὶ ἀθεμιστότεροι Ξενοφῶν (Cyr. 8, 8, 5). καὶ ἀθέμιστοι μοῦσαι εἶπεν Ἀγάθων ἐν Ἀλκμέωνι (TrGF 39 F 2). alpha. 459 Ἀθετεῖν· ἐπὶ τοῦ μὴ ἁρμόζειν. Δίφιλος κέχρηται (fr. 1 Dem.). alpha. 460 Ἄθετοσ· ὁ ἀποίητος. οὕτως Ποσείδιππος (fr. 39 K.). alpha. 461 Ἀθεώρητοσ· ἀντὶ τοῦ ἀθέατος. alpha. 462 Ἀθήλυντον· ἀδάμαστον, σκληρόν. alpha. 463 Ἄθηλον· τὸ μὴ τεθηλακός. alpha. 464 Ἄθηλον παιδίον· τὸ τροφῆς μὴ μετειληφός, τὸ ἄτροφον. οὕτως Ἀριστοφάνης (Lys.

Intertext edge

Open linked passage

Note