Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Dem.). alpha. 1631 Ἀναρίθμιον· ἐχθρόν. alpha. 1632 Ἀνάριστοσ, μᾶλλον δὲ ναρίστητοσ· Ἀριστοφάνης Πολυΐδῳ (fr. 454 K.)· διὰ τῆς ἀγορᾶς τρέχων ἀναρίστητος ὤν. οὕτως δὲ Ἄλεξις (fr. 233 κ.). Μένανδρος (fr. 821 K.. TH) νάριστον. alpha. 1633 9† Ἄναρκτος† 9· δήμιος. alpha. 1634 9Ἄναρκτον· τὸ ἀνυπότακτον. alpha. 1635 Ἀναρρηθῆναι· ἀνακηρυχθῆναι. alpha. 1636 Ἀνάρρημα· κήρυγμα. alpha. 1637 Ἀνάρρησισ· ἀναγόρευσις. alpha. 1638 Ἀναρριπίζεται· Φερεκράτης Αὐτομόλοις (fr. 4 Dem.)· ἁνὴρ ἀναρριπίζεται. alpha. 1639 Ἀναρριπτεῖν· ἀναλαμβάνειν. alpha. 1640 Ἀναρρίπτεσθαι· μεταμελεῖσθαι, μετατίθεσθαι. alpha. 1641 Ἀναρριχᾶσθαι· τὸ πρόσαντες ἀναβαίνειν ἅμα ταῖς χερσὶν ἀντιλαμβανόμενον καὶ στηριζόμενον. Ἀριστοφάνης Εἰρήνῃ (70)· πρὸς ταῦτ' ἀνηρριχᾶτ' ἂν εἰς τὸν οὐρανόν. alpha. 1642 Ἀναρροφεῖ9· Κρατῖνος Πανόπταις (fr. 7 Dem.)· καὶ πάντ' ἀναρροφεῖ, καὶ ταῦτ' εὐθὺς ὑποκαθήμενοι ἀναρροφοῦσιν ἄνδρες. alpha. 1643 Ἀναρροὰς κυμάτων· Νικοχάρης (fr. 7 Dem.)· ῥηγνὺς δὲ πολλὰς κυμάτων ἀναρροάς. alpha. 1644 Ἀναροδανισθῆναι· ἀναβληθῆναι. alpha. 1645 Ἀναρροιβδεῖν· Ὅμηρος μὲν (μ 104) τὸ ἀναρροφεῖν, Σοφοκλῆς δὲ τοὐναντίον ἔοικεν Ναυσικάᾳ (fr. 407 N. 2† 440 R.)· ὄχημά μοι ἐπᾶραν ἡσύχως ἀναρροιβδεῖ πάλιν. alpha. 1646 Ἀνάρσια· ἃ οὐκ ἄν τις ἄραιτο. alpha. 1647 Ἀναρσίασ· ἐχθράς. οὕτως Ἴων (TrGF 19 F 53d). alpha. 1648 Ἀνάρτησον· κρέμασον. alpha. 1649 Ἀναρύει· ἀντὶ τοῦ θύει καὶ σφάττει. Εὔπολις (fr.
8.1.2
K.) κόσμιον γυναικεῖον. beta. 62 βάρβιτον· ψαλτήριον, κιθάρα. beta. 63 βαρβαρίζει· ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. beta. 64 βάρεισ· πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι, σφῦραι. beta. 65 βαρύμηνισ· μνησίκακος. beta. 66 βαρυπήμων· ἄθλιος, βεβαρημένος, κακός. beta. 67 βαρέως φέρειν· ἀντὶ τοῦ ἀηδῶς. beta. 68 βαρεῖα χείρ· Ἱππῶναξ τὴν δεξιάν (fr. 138a W.). beta. 69 βασανίζειν· οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν καὶ ἐλέγχειν τὸ ἀληθὲς διὰ λόγων. beta. 70 βάσανοσ· λίθος ἐστίν, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσι. οὕτως Ἀντιφῶν (fr. 157 Th.) καὶ Πίνδαρος (Pyth. 10, 67). Ὑπερείδης δὲ (fr. 5 J.) τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφόμενα βασάνους ὠνόμασεν. beta. 71 βασανίσασ· ἀντὶ τοῦ δοκιμάσας. κέχρηνται σχεδὸν ἅπαντες οἱ ἀξιόλογοι. beta. 72 βασιλίσ· ἡ τοῦ βασιλέως γυνή, ὡς καὶ βαλανὶσ ἡ τοῦ βαλανέως. beta. 73 βασιλικὴ διαδρομή9· ἡ γενομένη τοῦ βασιλέως παρόντος διαδρομή. ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων Ἀθήνησιν· ὃς βασιλικὴ διαδρομὴ καλεῖται. beta. 74 βασιλεύσ· εἷς μέν ἐστι τῶν ἐν Ἀθήνησιν θʹ ἀρχόντων. ἐπεμελεῖτο δὲ οὗτος τῶν περὶ τοὺς θεούς, καὶ τὰς ἀσεβείας ἐξήταζεν καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον. καὶ ἀντὶ τοῦ τύραννος. οὕτως Πλάτων ἐν Πολιτικῷ (258ε, al.). beta. 75 βασιλίδεσ· ὑποδήματα. beta. 76 βασίλεια· ἡ βασιλεύουσα. beta. 77 βασιλίνδα· παιδιά τις, ἐν ᾗ βασιλέας τινὰς ἀποδεικνύασι. beta. 78 βασίλειον· ἀντὶ τοῦ βασιλικόν. beta. 79 βάσιμοσ· πορευτική, εὐεπίβατος. beta. 80 βασίλειος στοά9· δύο εἰσὶ στοαὶ παρ' ἀλλήλας, ἥ τε τοῦ Ἐλευθερίου Διὸς καὶ ἡ Βασίλειος. ἔστι δὲ καὶ τρίτη, ἣ πάλαι μὲν Πυανάκτιος ἐκαλεῖτο, νῦν δὲ μετωνομάσθη Ποικίλη. beta. 81 βάσκανοσ· ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα καὶ πειρώμενος εἰς ἀπέχθειαν ἄγειν. καὶ βλαβερὸς καὶ δηλητικός. οὕτως Ἀριστοφάνης (Equ. 103. Plut. 571) καὶ Εὐριπίδης (fr. 933 ν. 2† 379a Snell). (fr. 174 K.). beta. 82 βασκαίνει· μέμφεται. beta. 83 βασκαίνει· ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτω Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 189). καὶ ἐν τοῖς ἑξῆς (18, 108) βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμόν φησιν, ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. beta. 84 βάσσαροσ· ἀλώπηξ κατὰ Ἡρόδοτον (4, 192, 2). beta. 85 βασσάραι· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι, καλούμεναι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου. ἦσαν δὲ ποικίλοι καὶ ποδήρεις. Αἰσχύλος ἐν Ἠδωνοῖς (fr. 59 N. 2† 73 M.)· ὅστις χιτῶνας βασσάρας τε Λυδίας ἔχει ποδήρεις. beta. 86 βαστάσαι· οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι, διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. beta. 87 βασμοί9· βαθμοί. beta. 88 βαστάσασ· ἀντὶ τοῦ δοκιμάσας. οὕτως Εὔπολις (fr. 303, 4 K.). beta. 89 βαστραχηλίσαι· τραχηλίσαι· βάστραχας γὰρ τοὺς τραχήλους Βοιωτοί. beta. 90 βατόσ· βάσιμος τόπος. beta. 91 βάταλοσ· κύριον. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ (fr. 82 K.) τὸν πρωκτὸν βάταλον καλεῖ. καὶ ἴσως ἔνθεν καὶ τοὺς κιναίδους βατάλους καλοῦσι. beta. 92 βατία· οἰκία τις ἀπὸ Βάτωνος ἐπωνομασμένη δεσπότου. ἢ σκεῦος, ἢ χωρίον τι, ἢ κόσμος. beta. 93 βατάνια· τὰς λοπάδας. οὕτως Ἄλεξις (fr. 24, 3 et 172, 9. 18 K.). beta. 94 βατή9· δῆμος Αἰγηΐδος. beta. 95 βατήρ· ἡ ἀρχὴ τοῦ τῶν πεντάθλων σκάμματος. beta. 96 βάτταλοσ· βδελυρός, αἰσχρός. beta. 97 βάτταλοσ· ἐπώνυμον ἦν Δημοσθένους. ἐκάλουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν οὕτως ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν καὶ αὐλήματα τοιαῦτα ἐξεῦρεν. οἱ δὲ βάτταλον ὀνομάζεσθαι παρὰ τοῖς παλαιοῖς φασι τῶν μαλακιζομένων τὸν πρωκτόν, ἀπὸ τοῦ τύπτεσθαι ἐν τῷ ἔργῳ καὶ μαλακίζεσθαι. beta. 98 βατράχιον· βάμμα τι καὶ ἄνθος οὕτως καλεῖται. καὶ βατραχὶσ ἡ βεβαμμένη ἐσθής. beta. 99 βάττου σίλφιον· ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων· οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον, καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου σίλφιον ἐτύπωσαν. οἱ δὲ ἐπὶ Λιβύης Ἀμπελιῶται εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου. beta. 100 βατταρισμοί9· φλυαρίαι. beta. 101 βατήρ· ἡ ἀρχὴ τοῦ τῶν πεντάθλων σκάμματος. αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου, φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. beta. 102 βαυκαλᾶν· τιθηνεῖσθαι μετ' ᾠδῆς τὰ παιδία. beta. 103 βαυκαλᾶν· τὸ κατακοιμίζειν. beta. 104 βαυκίδεσ· ὑποδήματα γυναικεῖα, ἀφ' οὗ τὸ θρύπτεσθαι καὶ βαυκίζεσθαι. 9 καὶ τὸ τρυφερὸν βαυκόν. 9 beta. 105 βαυκισμόσ· Ἰωνικὴ ὄρχησις. οὕτως Ἀμειψίας (fr. novum). beta. 106 βαυκόν· ἤτοι τὸ τεθρυμμένον ἢ ποικίλον. beta. 107 βαῦνοσ· ἡ κάμινος. beta. 108 βάψας τὴν κώπην (cf. Ar. fr. 225 K.)· πλεύσας, ἐλθὼν πρὸς τοὺς ναυτοδίκας, οἳ τὰ τῆς ξενίας ἐδίκαζον. ἢ ἀπὸ τῶν φαρμακοποιούντων· λέγουσι γὰρ τὸ βάψασ ποιήσας μέλαν. beta. 109 βδάλλειν· ἀμέλγειν. beta. 110 βδέλλεται· ἀμέλγεται. Πλάτων δὲ βδάλλεται λέγει (Theaet. 174d). beta. 111 βδελυρόσ· αἰσχροποιός. beta. 112 βδελύττεσθαι· μυσάττεσθαι, ναυτιᾶν, ἀποστρέφεσθαι. Ἀπολλόδωρος Κυρηναῖος μισεῖν. ἀπὸ τούτου καὶ ἡ βδελυγμία. ἀπὸ τοῦ μύσους καὶ ἡ βδελυρία. beta. 113 βδέννυσθαι· ἐκκενοῦσθαι τὴν κοιλίαν. beta. 114 βέβακε· τὸ δεδαπάνητο λέγουσι Δωρικῶς. beta. 115 βεβαιολόγοσ· ὁ μάρτυς. beta. 116 βεβαιώσεωσ· δίκης ἐστὶν ὄνομα, ἣν ἐδικάζοντο τῷ ἀποδομένῳ οἱ παρ' αὐτοῦ τι ὠνησάμενοι, ἐνίοτε δὲ καὶ ἀρραβῶνος μόνον δοθέντος. κινήσεως δέ τινος ἐπὶ τὸ πιπρασκόμενον γινομένης ἡ δίκη ἦν. beta. 117 βεβηκόσ· ἀσφαλές. beta. 118 βέβηλοσ· ἀκάθαρτος ἢ ἀμύητος. beta. 119 βέβηκεν· ἕστηκεν, ἐπέπηκτο. beta. 120 βέβριθε· βαρύνεται. beta. 121 βεβριθυῖα· βαρεῖα, ἰσχυρά. beta. 122 βέβρυχεν· ἠχεῖ. beta. 123 βεβυσμένα· λαθραῖα ἢ† πεπρωμένα†. beta. 124 βέλοσ· τραῦμα. beta. 125 βέλεμνα· βέλη. beta. 126 βενδῖσ· Θρᾳκία δαίμων ὀπαδὸς Ἀρτέμιδος. διὸ καὶ οἱ ἀγείροντες αὐτῇ διλογχιδίῳ ἐχρῶντο. beta. 127 βέμβιξ· ὁ ῥόμβος. καὶ ἡ περιστροφὴ τῶν στρόμβων. beta. 128 βερβίνια· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους κατήρτων. beta. 129 βερέσχετοι (Ar. Equ. 635)· ἀνόητοι. beta. 130 βῆ9 τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βαὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ (fr. 43 K.)· ὁ δ' ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. beta. 131 βησᾶς ἕστηκασ· οἷον ἀχανής. οὗτος ἕστηκεν ἀχανὴς καὶ παταγώδης καὶ ὑπόμωρος. beta. 132 βῆ δέ9 (A 34)· ἐπορεύθη. beta. 133 βηλόσ· βαθμὸς θύρας. ἢ οὐρανός. beta. 134 βήρηκεσ· τὰ φυράματα ἐξ ὧν αἱ μᾶζαι γίνονται. beta. 135 βησηΐσ· δῆμός ἐστι τῆς Ἀντιοχίδος Βῆσσα. beta. 136 βίασ· καὶ τὰς πλαγίους δισυλλάβως λέγουσι. beta. 137 βιβάζεται· ἐπὶ τοῦ ὀχεύεται. καὶ βαίνειν τὸ ὀχεύειν ἔλεγον οἱ παλαιοί. beta. 138 βιβάζει· συζεύει, ὀχεύει. beta. 139 βιαίων· ὄνομα δίκης ἐστὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου (21, 44). εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βίαιοι (fr. 248 S.). καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ' ἄλλων. beta. 140 9† βίδοις† 9· κρούματος ὄνομα. beta. 141 βίολα· πέδιλα, ὑποδήματα. beta. 142 βίον μεμαγμένον· παροιμία ἐπὶ τῶν† εὐδαιμονιζόντων† ἐπὶ πολυτελεῖ καὶ ἡδεῖ βίῳ. beta. 143 βίον· ἐπὶ τῆς οὐσίας. Μένανδρος Παλλακῇ (fr. novum). beta. 144 βιοτὴ9 καὶ βίοτοσ· ζωὴ καὶ τὰ πρὸς τὸ ζῆν. καὶ ἡ οὐσία. beta. 145 βιοῦται· ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδοτος (2, 177, 2). beta. 146 βιῶναι· ζῆσαι. beta. 147 βιώτω· ζησάτω. beta. 148 βιώνησ· ὁ τὰ δημόσια ἀγοράζων. beta. 149 βλαισόσ· παραλυτικός. beta. 150 βλάκα· τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ ὄντος, ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι.. οἱ δὲ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστοτέλης (fr. 525 Rose). καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς. beta. 151 βλακᾶσ· μωρός τις μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. beta. 152 βλακεία· ὑπεροψία, μωρία. beta. 153 βλακεύει· μαλακίζεται. beta. 154 βλακεύεται· μαλακίζεται. beta. 155 βλάστη· βλάστημα. beta. 156 βλαύτασ· ὑποδήματά τινα. beta. 157 βλεννόν· τὸν μωρόν. οὕτως Σώφρων (fr. 51 Kaibel). σημαίνει δὲ καὶ τὸν νωθῆ. beta. 158 βλέννα· ἡ μύξα. Σώφρων δὲ διὰ τοῦ π φησὶ πλέννα (fr. novum). beta. 159 βλεπεδαίμων· ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαίμονος πεπληγώς. beta. 160 βλάξ· μωρός. beta. 161 9† βλέποι† 9· ἀντὶ τοῦ βλέμμα. οὕτως Ἀριστοφάνης (Nub. 1176). beta. 162 βλέποντεσ· ἀντὶ τοῦ ζῶντες. οὕτω Σοφοκλῆς (αι. 962). beta. 163 βλῆμα· τοῦ βληθέντος βέλους. οὕτως Ἡρόδοτος (3, 35, 3). beta. 164 βλήσπειν· καταβάλλειν. beta. 165 βλητόσ· ἀπόπληκτος. beta. 166 βληχήματα· φωναὶ προβάτων. beta. 167 βληχρόν· ἀσθενὲς παρ' Ὁμήρῳ καὶ† Ἀγκαίῳ†. Πίνδαρος δὲ (fr. 245 Snell) ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. beta. 168 βλιμάζειν· τὸ πειράζειν καὶ ψηλαφᾶν καὶ ἅπτεσθαι τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων καὶ διεγείρειν τὰς ἐπιθυμίας,. beta. 169 βλιμάζειν· τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλῖψαι βλίσαι λέγεται. beta. 170 βλιμάζειν· τὸ ἐκθλῖψαι καὶ τὸ τιτθολαβεῖν καὶ ψηλαφᾶν. οὕτω Φερεκράτης (fr. novum). beta. 171 βλιμάζων· ἀποστάζων τοῦ μέλιτος. beta. 172 βλιτομάμασ· μαλακός. beta. 173 βλίτων· ἀντὶ τοῦ μάργος. ἢ μωρός. beta. 174 βλιτάδασ· οἱ παλαιοὶ τὰς εὐτελεῖς γυναῖκας, ὥς φησι Κράτης (fr. novum). beta. 175 βλίττειν· ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. beta. 176 9† βλίχων† 9· ἡ† γλίχων† οὕτω λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης (Lys. 89) οὕτως ὀνομάζει. beta. 177 βλοσυρόσ· ἀξιωματικός, καταπληκτικός, φοβερός, σεμνός. beta. 178 βλόψ· κατὰ μίμησιν ἐπὶ τῆς κλεψύδρας, ὥσπερ κὺξ ἐπὶ τῆς ψήφου. beta. 179 βλωθρά9· χλωρά, ἁπαλή,† εὐαξής†. beta. 180 βοανηργέσ· υἱοὶ βροντῆς. beta. 181 βοείασ· beta. 182 βόακασ, οὐ βῶκας τοὺς ἰχθύας καλοῦσιν. οὕτω Φερεκράτης (fr. 113, 3 K.). beta. 183 βοηδρομεῖν· μετὰ σπουδῆς παραγίνεσθαι. Κᾶρες δὲ ἀντὶ τοῦ βοηθεῖν. beta. 184 βοηδρομία· βοηδρομεῖν μὲν τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν. ἔστι δὲ ἡ Βοηδρομία ἑορτή τις Ἀθήνησι καλουμένη, καθ' ἣν ἡμέραν ἐβοήθησεν ὁ Ξούθου σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθηναίων ἐβασίλευεν. beta. 185 βοήν· μάχην. καὶ μεγάλην φωνήν. beta. 186 βοηδρομιών· μὴν Ἀθήνησι τρίτος ὠνομάσθη. beta. 187 βοηθητικώτερον· τὸ ἐπὶ μᾶλλον ἔχον τὴν βοήθειαν. beta. 188 βοηδρομιών· μὴν Ἀθήνησι τρίτος ὠνομάσθη ἀπὸ τῆς βοῆς· τὸ παλαιὸν γὰρ οἱ ἄνθρωποι ἀπὸ τῆς ἐρημίας συνέτρεχον εἰς τὸ αὐτὸ πάντες μετὰ βοῆς καὶ ἐβουλεύοντο. beta. 189 βοεικόν· τὸ φθέγμα τῶν βοῶν. οὕτω Φερεκράτης (fr. novum). beta. 190 βοηθείασ καὶ βοηθεῖν οὐ μόνον τὸ συμμαχεῖν, ἀλλὰ καὶ τὸ ἅμα τῷ πυθέσθαι τὴν ἔφοδον τῶν πολεμίων ἐκδραμεῖν κατ' αὐτῶν. εἴρηται δὲ οὕτως παρὰ τὸ ἅμα τῇ βοῇ θεῖν, ἤγουν τρέχειν. beta. 191 βοίδησ· πρᾶος. ἔστι παρὰ Μενάνδρῳ (fr. 833 K.. TH). beta. 192 βοῖοσ· ἀντὶ τοῦ βόειος. beta. 193 βόθυνοσ· τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος (fr. 55 S.) καὶ Καλλισθένης (FGrHist 124 F 45) ποιεῖται. beta. 194 βολεῶνεσ· οὕτως ἐλέγοντο, ἐν οἷς οἱ ἄνθρωποι ἀποπατοῦσι. Ξενοφῶν δὲ ὑηλεῖα τοὺς τοιούτους τόπους καλεῖ· ἥδονται γὰρ τοῖς τοιούτοις χώροις οἱ ὕες. beta. 195 βολεῶνασ οἱ Ἀττικοὶ καλοῦσιν, οὗ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται. beta. 196 βολεῶνεσ· οἱ δεχόμενοι τόποι τὴν κόπρον οὕτω καλοῦνται. οὕτως Δείναρχος (fr. 3, 3 C.) καὶ Φιλήμων (fr. 221 K.) καὶ ἄλλοι. beta. 197 βολή9· ἀντὶ τοῦ βουλή. οὕτως Ἀξιόνικος (fr. novum). beta. 198 βόλβιτον· τὴν παντοδαπῆ κόπρον. beta. 199 βολίσ· βέλος, ἀκόντιον, λογχάριον. beta. 200 βόλιτον· βόλβιτον δὲ οἱ Ἴωνες, οἵ τε ἄλλοι καὶ Ἱππῶναξ (fr. 144 W.). beta. 201 βολβορυκτικόν· γενναῖον. οὕτως Ἀριστοφάνης (fr. novum). beta. 202 βολβορυκτικὸν τόλμημα· τὸ μετὰ βίας, γενναῖον. beta. 203 βολβωρυχεῖν· ἀντὶ τοῦ τοιχωρυχεῖν. beta. 204 βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων. beta. 205 βομβύλιον· ζῷον. ἢ τὸ βησίον λεγόμενον. beta. 206 βομβυλιόσ· εἶδος μελίττης ἢ παραπλήσιον μελίττῃ ὀνομασθὲν ἀπὸ τοῦ βομβεῖν. ἔστι δὲ καὶ ποτηρίου εἶδος στενοπόρου, ἐπεὶ καὶ τοῦτο βομβεῖ. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ' ὁμοιότητα [...] βομβυλιὸς λέγεται. beta. 207 9† βόμβυλος† 9· σκεῦος στρογγυλοειδές. beta. 208 βόμβυξ· βοοβοσκός. beta. 209 βόμβοσ· ψόφος τις. beta. 210 βόμβησεν· ἐψόφησέ πως. beta. 211 βόμβυκεσ· εἶδος αὐλῶν. beta. 212 βομβάζειν· φθέγμα ἐπὶ τῷ διασύρειν καὶ τωθάζειν λεγόμενον. beta. 213 βορᾶσ· βρώσεως ἢ τροφῆς. beta. 214 βορβορυγή9· θόρυβος. beta. 215 βορβορουρύκη· βόρβορος ἐξ οὔρου. beta. 216 βορόν· βρωτικόν. beta. 217 βόσιν· τροφήν. beta. 218 βοτά9· βοσκήματα. beta. 219 βοτῆρεσ· ποιμένες. beta. 220 βοτόσ· τροφὴ ἢ βοσκή. καὶ βροτόσ· ὁ ἄνθρωπος. beta. 221 βότρυσ· ἐνώτια. beta. 222 βότρυν· τὴν ὀπώραν, οὐχὶ τὴν σταφυλὴν μόνην. καὶ μήποτε τὴν βοτρυΐαν ὀπώραν. beta. 223 βοτρυδόν· ἐπαλλήλους. ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς αἱ ῥᾶγες τῶν βοτρύων. beta. 224 βουκόρυζαν· τὴν μεγάλην κόρυζαν. καὶ βουκορυζᾶν· τὸν ἰσχυρῶς κορυζῶντα. Μένανδρος (fr. 834 K.. TH). beta. 225 βουδόρῳ νόμῳ9· καθάπερ τοὺς βοῦς δέρουσιν. beta. 226 9† Βούζυγις† 9· γένος τι Ἀθήνησιν ἱερὸν ἀπὸ Βουζύγου ἥρωος, ὃς πρῶτος ζεύξας βοῦν γῆν ἤροσε καὶ πρὸς γεωργίαν ἐξημέρωσεν. τούτου τοῦ γένους καὶ Λυκοῦργος ἦν. ἀλλὰ καὶ ἡ τῆς Ἀθηνᾶς ἱέρεια ἐκ τούτων ἐγίνετο. beta. 227 βουκολήσασ· ἀπατήσας. beta. 228 βουλεύοντι· ἀντὶ τοῦ συμβουλεύοντι. οὕτω Θουκυδίδης (3, 42, 5). beta. 229 βουλεύσεωσ· τοῦτο τὸ ὄνομα τοῦ ἐγκλήματος ἐπὶ δύο τάττεται· ἢ ὅταν τις ἐπιβουλεύσῃ τινὶ θάνατον, ἄν τε κτείνῃ ἄν τε μή, ἢ ἐάν τις ἐγγεγραμμένος ὀφείλειν τῷ δημοσίῳ δικάζηται τῷ αἰτιασαμένῳ ὡς μὴ δικαίως ἐγγράψαντι. εἰσήγετο δὲ ὁ μὲν βουλεύσας τὸν θάνατον, ὡς μέν τινές φασιν, ἐπὶ Παλλαδίῳ, ὡς δὲ ἕτεροι, ἐν Ἀρείῳ πάγῳ, ὁ δὲ δικαζόμενος μὴ ὀφείλειν ἐν δικαστηρίοις ἑτέροις. ἑκάτερος δ' οὖν ἐλέγετο βουλεύσεως δικάζεσθαι δίκην. beta. 230 βουλεύσεωσ· ἐγκλήματός ἐστιν ὄνομα ἐπὶ δυεῖν πραγμάτοιν ταττόμενον· τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε καὶ μή, τὸ δὲ ἕτερον ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν (fr. 62 S.) ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα, ὡσαύτως καὶ Ἀριστο τέλης (ατη. πολ. 57, 3), Δείναρχος δὲ (fr. 15, 2 C.) ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ (25, 28. 73) λέγει. ὁ μέντοι Ὑπερείδης (5, 18) ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς τὰ χρήματα λαμβάνει. beta. 231 βουληφόροσ· πρόβουλος, ἀρχίβουλος, ἡγεμών, ἄρχων. beta. 232 βουλαία· Δείναρχος (fr. 19, 2 C.)· Ἑστία ἡ ἐν τῇ βουλῇ ἱδρυμένη. beta. 233 9† βουλία† 9· τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος (fr. 19, 2 C.) καὶ Ἀριστοφάνης (Thesm. 809). beta. 234 9† βουλιτὴ† δίκη· τὸ εἰς τὰ ἀλλότρια ἀποτίθεσθαι ἐπὶ τῇ μονῇ. beta. 235 βούλιμοσ· ἡ ἐπιτεταμένη λιμός. beta. 236 βουλυτόσ· ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων. beta. 237 βούπαισ· ὁ νέος, ἐφῆλιξ, βουκόλος. beta. 238 βουπλήξ· πέλεκυς, μάστιξ, βούκεντρον. beta. 239 βοῦς ἕβδομοσ· πέμμα κέρατα ἔχον κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος, ὡς Εὐθυκλῆς ἐν Ἀτα λάντῃ (fr. 2 K.). ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ, ἃ καὶ οὕτως ἐκάλουν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναισθήτων. beta. 240 βοῦν ἐν γνάθοις φέρει· ἐπὶ τῶν πολυφάγων. beta. 241 βούσταθμον καὶ βουστάδιον· βοοστάσιον. beta. 242 βούτασ· βοονόμος. beta. 243 βουτάδαι· οἱ δημόται ἀπὸ Βούτου καὶ Ἐτεοβουτάδαι καλοῦνται. beta. 244 βουτάδησ· δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία, ἀφ' ἧς Βουτάδαι οἱ δημόται. beta. 245 βούτησ· οὗτος τὴν ἱερωσύνην ἔσχεν καὶ ἀπ' αὐτοῦ Βουτάδαι ἐκλήθησαν. καλοῦνται δὲ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθὲς δηλοῖ. beta. 246 βουτρόφουσ· τάξις, ὥς φασι, τὶς ἱερωσύνης ἡ τρέφουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ. beta. 247 βουτύποσ· βοοθύτης, ὁ τοὺς βόας βάλλων πέλυκι. beta. 248 βουτύποσ· ἱερεύς τις, ὃς τοὺς βοῦς ἐν ταῖς θυσίαις τύπτων ἔθυεν. beta. 249 βουφόνια· ἑορτὴ Ἀθήνησιν, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες. καὶ ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα. beta. 250 βούχετα· πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη, ἥν φησι† Φιλόχορος† ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. beta. 251 βοώμενον· ἐπικαλούμενον. beta. 252 βοώνησ· οὗτος παρὰ τῆς πόλεως ᾑρεῖτο, ἵνα βοῦς αὐτῇ πρίηται πρὸς τὰς θυσίας. ἦν δὲ λαμπρὸν τὸ βοώνην γενέσθαι, ἐπειδὴ στρατηγούς φασι μάλιστα βοώνας χειροτονεῖσθαι. beta. 253 βοῶπισ· μεγαλόφθαλμος, εὐόφθαλμος. beta. 254 βοώτησ· ἄστρον πλησίον τῶν Ἄρκτων. ὁ δ' αὐτὸς καὶ Ἀρκτοφύλαξ καλεῖται. beta. 255 9† βοώτης† 9· αἱ μέγισται ἀρχαὶ παρὰ Ἀθηναίοις ἀπὸ τούτων ἐχειροτονοῦντο. beta. 256 βραβεύει· ἐπιψηφίζεται, διανέμει. beta. 257 βραβεῖον· ἐπινίκιος ἀμοιβή. beta. 258 βραβευτήσ· διοικητής, κριτής, ὁριστής. beta. 259 βράζειν· στεναγμοῦ τι εἶδος. beta. 260 βράκανα· λάχανα δύσπλυτα καὶ ἄγρια. beta. 261 βράσσει· ζέει, ἀναβάλλει. beta. 262 βραυκανᾶσθαι· βοᾶν ὡς τὰ παιδία. beta. 263 βραυρών· τόπος τῆς Ἀττικῆς καὶ ἱερὸν Ἀρτέμιδος. beta. 264 βραυρωνία· Ἀθήνησιν οὕτως ἡ Ἄρτεμις ἐκαλεῖτο ἀπὸ Βραυρῶνος τόπου, ἐν ᾧ μάλιστα αὕτη ἐτιμᾶτο. ἐκλήθη δὲ ὁ χῶρος ἀπό τινος ἥρωος οὕτω καλουμένου. καὶ ἦν τὸ ἱερὸν πρὸς τῷ Ἐρασίνῳ ποταμῷ κατασκευασθὲν ὑπὸ Πεισιστράτου. beta. 265 βράχιστον· ἀντὶ τοῦ βραχύτατον. Σοφοκλῆς (fr. 172 N. 2† 169 R.). beta. 266 βραχυμυθίασ· βραχυλογίας. beta. 267 βραχυτελῆ9· σύντομον, μικρόν. beta. 268 βρέγμα καὶ βρεγμόν· τὸ ὑπερμετώπιον μέρος. beta. 269 βρέμει (D 425)· ταράσσει, ἠχεῖν ποιεῖ. beta. 270 βρενθύεσθαι· διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. beta. 271 βρενθυόμενοσ· ἐπαιρόμενος, μέγα φρονῶν. beta. 272 βρέτασ· εἴδωλον, ἄγαλμα. beta. 273 βρέτασ· ἀναίσθητος. οὕτως Ἀναξανδρίδης (fr. 11 K.). beta. 274 βριαροί9· βαρεῖς, ἄγριοι, στερεοί, φοβεροί. beta. 275 βριθομένη· βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν. beta. 276 βρίθων· εὐθηνῶν ἢ βαρῶν. beta. 277 βρικίσματα· τοὺς φόβους. οὕτως Τηλεκλείδης (fr. novum). beta. 278 βρίκαλα· ὄσπριά τινα. beta. 279 βριμάζων· τῇ τοῦ λέοντος χρώμενος φωνῇ. beta. 280 βριμοῦται· ἀπειλεῖ. beta. 281 βρόγχοσ· καταπότης, ὁ λάρυγξ. beta. 282 βρόμοσ· σπέρμα λεπτῇ κριθῇ ὅμοιον. beta. 283 βροτάχουσ· τοὺς βατράχους Ἴωνες. beta. 284 βροτοειδέσιν· ἀνθρωπίναις. beta. 285 βροτόεντα· ᾑμαγμένα. beta. 286 βροτόσ· φθαρτὸς ἄνθρωπος. beta. 287 βρόχοσ· σχοινίον ἀγκύλην ἔχον, ὅπερ ἐπισπασθὲν ἀποπνίγει τὸν ἔχοντα. ἢ ξύλινόν τι ὥσπερ κύφων τοῖς τραχήλοις τῶν νομοθετούντων ἐν Λοκροῖς περιτιθέμενον. beta. 288 βρῦ9· χωρὶς τοῦ ο λέγουσιν ἐπὶ τῶν παιδίων τῶν αἰτούντων πιεῖν. beta. 289 βρύα· φυκία θαλάσσης. beta. 290 βρυάζει·† πάλιν† τρυφερῶς διάκειται, θάλλει, εὐφραίνεται. beta. 291 βρυγμόσ· τρισμὸς ὀδόντων ἢ μύλων ἀκόνησις. beta. 292 βρύει· ἀνθεῖ. beta. 293 βρυκυνισταί9· εἰκασταί. beta. 294 βρύλλειν· τὸ πίνειν. οὕτως Ἀριστοφάνης (Equ. 1126). beta. 295 βρῦτον· κρίθινον πόμα. οἱ δὲ ζῦτος. beta. 296 βρύττοντεσ· ὀρύττοντες. beta. 297 βρύτια· τὰ τῆς σταφυλῆς πιέσματα, ἅ τινες στέμφυλα λέγουσιν. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαῶν ἀλέσματα. beta. 298 βρυτίδαι· ὄνομα γένους Ἀττικοῦ. beta. 299 βρύχιοσ· βυθιζόμενος ὕδατι. beta. 300 βρυώδησ· δυσώδης. beta. 301 βρωμᾶσθαι· τὸ ὀγκᾶσθαι πεινῶντα ὄνον. καὶ βρῶμα· ἡ φωνὴ αὕτη. beta. 302 βρώμησ· βρώσεως, τροφῆς. beta. 303 βρώσιμον· ἀντὶ τοῦ βρωτόν. beta. 304 βρώταισ· ἀντὶ τοῦ διαβιβρωσκούσαις. οὕτω Σοφοκλῆς (fr. 1034α R.). beta. 305 βρωτόν· βρῶσιν, τροφήν. beta. 306 βύας ὤφθη καὶ βύαι ὤφθησαν· Δίων ἐν Ῥωμαϊκοῖς (40, 47, 2 et 40, 17, 1) ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπιφαίνεσθαι πολλάκις λέγει. σημαίνει δὲ [...]. beta. 307 βυβά9· μεστά, πλήρη. καὶ ἐπὶ τοῦ μεγάλου ἔλεγον. beta. 308 βυβλιοφόρον· τὸν ἐπιστοληφόρον. beta. 309 βύβλοσ· πάπυρος. beta. 310 βύζην· ἀθρόως, πυκνῶς, ἐπαλλήλως, πεπληρωμένως. beta. 311 βυνεῖν· σάττειν. beta. 312 βύουσιν· φράττουσιν. beta. 313 βυρσοδέψησ· σκυτοτόμος, ὁ τὰς βύρσας θεραπεύων. beta. 314 βυσαύχην· ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον. beta. 315 βυσσοδομοῦντεσ· ἐκ βάθους σκεπτόμενοι. beta. 316 βυσσόν· βάθος. beta. 317 βύστρα· τοὺς ἐκ τῶν λαχάνων ψωμούς. beta. 318 βύσταξ· ὁ ὑφ' ἡμῶν μύσταξ. συστέλλουσι δὲ τὴν δευτέραν μύστακα λέγοντες. beta. 319 βυττάκη· ὄρνεον Ἰνδικόν. οὕτως Κτησίας (FGrHist 688 F 45). beta. 320 βωλίσ· ἡ μᾶζα. οὕτως Ἀριστοφάνης (fr. novum). beta. 321 βωμολόχοσ· ὁ περὶ τοὺς βωμοὺς λοχῶν, ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκά τινας κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύματα. 9 Ἀπολλόδωρος Κυρηναῖος ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς τὸν μετά τινος εὐτραπελίας κόλακα. καὶ τὸν πανοῦργον δὲ καὶ συκοφάντην. beta. 322 βωμολοχεύεσθαι· βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦν τες. ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. ὥστε τοὔνομα τρία σημαίνει. beta. 323 βωμοί9· οὕτως λέγονται αἱ ἀναβάσεις, στιβάδες. beta. 324 βωμόσ· τέμενος. beta. 325 βῶμαξ· ὁ βωμὸς ὑποκοριστικῶς. οὕτως Ἀριστοφάνης (fr. novum). beta. 326 βώμακεσ· βωμολόχοι. οὕτως Τηλεκλείδης (fr. novum). beta. 327 βώμαξ· βωμολόχος. οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. beta. 328 βωμόν·† σταπίδα†. Λάκωνες. beta. 329 βῶν· ἀσπίδα. Ἀργεῖοι. beta. 330 βώνυσοι· ἄποικοι, βουκόλοι. beta. 331 βωμακεύμασι· βωμολοχεύμασι. beta. 332 βῶροι· ὀφθαλμοί. beta. 333 βωσόμεθα· καλέσομεν, μαρτυρούμεθα. beta. 334 βῶσον·† βοήθησον†. Κρατῖνος (fr. 396 K.). beta. 335 βῶσ· βύρσα, ἀσπίς. beta. 336 βωστρεῖν· καλεῖν, βοᾶν. beta. 337 βωτεῖν· ἀροῦν. Λάκωνες. beta. 338 βωτιάνειρα· ἡ βόσκουσα τοὺς ἄνδρας. beta. 339 βώτορεσ·† βοήτορες†, νομεῖς. beta. 340 βῶψ· ἰχθῦς. beta. 341 βωῶμεν· ὀμόσωμεν. beta. 342 9† βάων† 9· Σιμωνίδης (fr. novum) ἀντὶ τοῦ βοῦν. καὶ Ὅμηρος (H 238) νωμῆσαι† βάων†. beta. post342t Τέλος τοῦ Β στοιχείου beta. 343 Et. Gen. AB s. v. unde EM 204,