Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
99.1.1
· καί σε θυσίαισιν ἱεραῖσιν προσόδοις τε† μεγάλαις ἰδίᾳ πάντες, ὦ πότνια, καλοῦμεν† ἡμεῖς ἀεί. Ἕρμιππος Ἀρτοπώλισι (fr. 8 K.)· φέρε νῦν ἀγήλω τοὺς θεοὺς† οἵους† ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου. Θεόπομπος Πηνελόπῃ (fr. 47 κ.)· καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ. alpha. 164 Ἀγῆλαι· τιμῆσαι. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ Ἀγήλω καὶ γαλοῦμεν ἐρεῖς καὶ ἄγαλλε (Ar. Thesm. 128) καὶ προσαγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δέ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 6a alpha. 165 9Ἄγημα· τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως. alpha. 166 Ἀγήνωρ· ὁ ἄγαν ἀνδρεῖος. ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ ὄνομα κύριον. alpha. 167 Ἀγήρατον· ἀρρενικῶς εἶπε Σοφοκλῆς (fr. 972 R.), θηλυκῶς δὲ Ξενοφῶν (Cyr. 8, 7, 22). καὶ γήρων Πλάτων μὲν ἀρσενικῶς (Polit. 273e), Εὐριπίδης δὲ θηλυκῶς (Suppl. 1178). καὶ οὐδετέρως Θουκυδίδης (2, 44, 4) καὶ Πλάτων Τιμαίῳ (33a). alpha. 168 Ἀγήρω· τὰ μὴ γηρῶντα. ἅγια ἢ σεβάσμια. alpha. 169 Ἀγήρω· καὶ σὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φασιν εἶναι. οἱ δὲ τὸ μὲν σὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶσιν, τὸ δ' ἄνευ τούτου τὴν γενικήν τε καὶ δοτικήν. alpha. 170 Ἁγήσ· τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγὴς ἢ παναγής. Ἐμπεδοκλῆς (31 β

Intertext edge

Open linked passage

Note