Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
. alpha. 1660 Ἀνασκαλεύων· ἀνακινῶν, ἀδημονῶν, ἀναλογιζόμενος. alpha. 1661 Ἀνασκευασάμενοι· ἀπάραντες. alpha. 1662 Ἀνασκινδυλευθῆναι· ἀνασκολοπισθῆναι, ἀνασταυρωθῆναι. κέχρηται τῇ λέξει Πλάτων ἐν Πολιτείᾳ (2, 362a). alpha. 1663 Ἀνασκυζᾶν· ἐπὶ τοῦ ἐξοιστρεῖν καὶ ἀκολασταίνειν. καὶ 9ἐκσκυζᾶν Κρατῖνος (fr. 25 Dem.), Φρύνιχος δὲ σκυζᾶν ἔφη (fr. 6 Dem.). alpha. 1664 Ἀνασπᾷ9· ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδης (6, 100, 3). alpha. 1665 Ἀνασπᾶν· τὸ ἀντλεῖν τὸ ὕδωρ· κάδους ἀνασπῶν, φησὶ Φερεκράτης (fr. 180 K.). alpha. 1666 Ἀνασπᾶν βούλευμα καὶ ἀνασπᾶν γνωμίδιον· Ἀριστοφάνης (fr. 49 Dem.). ἡ συμπλοκὴ ἁρμόζει συνουσίαις. alpha. 1667 Ἄνασσα· βασίλισσα. alpha. 1668 Ἀνασταδόν· ἀνιστάμενοι. alpha. 1669 Ἀνάστασισ· ἀντὶ τοῦ ἀναστάτωσις. alpha. 1670 Ἀνάστατοσ· κατεστραμμένος. alpha. 1671 Ἀναστάτωσ· πεπορθημένως. alpha. 1672 Ἀναστεῖλαι· ἀντὶ τοῦ ἀνασχέσθαι. alpha. 1673 Ἀναστήσασ·. alpha. 1674· ἀνοικίσας ἢ μεταστήσας καὶ μεταγαγών. alpha. 1675 Ἀνάστατοι· πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι, ἀμφιφῶντες, φθόϊς, σελῆναι, πελανοί, πόπανα. alpha. 1676 Ἀνάστατα ποιεῖν· Πλάτων· φησὶ γάρ (Soph. 252a)· πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν. οὕτως Ἄλεξις (fr. 1 Dem.) καὶ Μένανδρος (Epit. 30. Col. 87) καὶ Εὐριπίδης (Andr. 1249 cf. fr. 955f Snell). Δημοσθένης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 39)· ἀνάστατος αὐτῶν ἡ πόλις γέγονε. alpha. 1677 Ἀναστάτω· ἡ συνήθεια. Θουκυδίδης δὲ (1, 87, 2) ἀναστήτω λέγει διὰ τοῦ η· ἀναστήτω. alpha. 1678 Ἀναστῆναι ἕωθεν· ὡς καὶ ἀπὸ τοῦ ὕπνου φαμέν. Πλάτων Χαρμίδῃ (155β)· ἀνιστάμενος ἕωθεν. alpha. 1679 Ἀναστήσειν· ἀντὶ τοῦ ἀνάστατον ποιῆσαι. Εὐριπίδης (fr. novum). alpha. 1680 Ἀναστῶ9· ἀντὶ τοῦ ἀναστήσω. Κράτης (fr.