Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
10.1
ΑΓΗΣΙΔΑΜΩι ΛΟΚΡΩι ΕΠΙΖΕΦΥΡΙΩι ΠΑΙΔΙ ΠΥΚΤΗιτὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοιἈρχεστράτου παῖδα, πόθι φρενὸςἐμᾶς γέγραπται: γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ᾽: ὦ Μοῖσ᾽, ἀλλὰ σὺ καὶ θυγάτηρἈλάθεια Διός, ὀρθᾷ χερὶ5 ἐρύκετον ψευδέωνἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος[ 10] ἐμὸν καταίσχυνε βαθὺ χρέος. ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος: ὁρᾶτ᾽ ὦν νῦν ψᾶφον ἑλισσομέναν10 ὅπα κῦμα κατακλύσσει ῥέον, ὅπα τε κοινὸν λόγονφίλαν τίσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων, μέλει τέ σφισι Καλλιόπα15[ 20] καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιονἩρακλέα. πύκτας δ᾽ ἐν Ὀλυμπιάδι νικῶνἼλᾳ φερέτω χάρινἉγησίδαμος ὡςἈχιλεῖ Πάτροκλος. 20 θήξαις δέ κε φύντ᾽ ἀρετᾷ ποτὶπελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ: ἄπονον δ᾽ ἔλαβον χάρμα παῦροί τινες, ἔργων πρὸ πάντων βιότῳ φάος.[ 30] ἀγῶνα δ᾽ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος25 βωμῶν ἑξάριθμον ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιονπέφνε Κτέατον ἀμύμονα, πέφνε δ᾽ Εὔρυτον, ὡς Αὐγέαν λάτριονἀέκονθ᾽ ἑκὼν μισθὸν ὑπέρβιον30 πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφ᾽ ὁδῷ,[ 40] ὅτι πρόσθε ποτὲ Τιρύνθιονἔπερσαν αὐτῷ στρατὸνμυχοῖς ἥμενον ἌλιδοςΜολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας35 Ἐπειῶν βασιλεὺς ὄπιθενοὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶπλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄταςἵζοισαν ἑὰν πόλιν. νεῖκος δὲ κρεσσόνων40 ἀποθέσθ᾽ ἄπορον. καὶ κεῖνος ἀβουλίᾳ ὕστατος[ 50] ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν. ὁ δ᾽ ἄρ᾽ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸνλαίαν τε πᾶσαν Διὸς ἄλκιμος45 υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ: περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ᾽ ἐν καθαρῷδιέκρινε, τὸ δὲ κύκλῳ πέδονἔθηκε δόρπου λύσιν, τιμάσαις πόρον Ἀλφεοῦμετὰ δώδεκ᾽ ἀνάκτων θεῶν. καὶ πάγον50[ 60] Κρόνου προσεφθέγξατο: πρόσθε γὰρνώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δ᾽ ἐν πρωτογόνῳ τελετᾷπαρέσταν μὲν ἄρα Μοῖραι σχεδὸνὅ τ᾽ ἐξελέγχων μόνοςἀλάθειαν ἐτήτυμον55 χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν, ὅπα τὰν πολέμοιο δόσιν[ 70] ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ᾽ ὅπως ἄραἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳνικαφορίαισί τε. 60 τίς δὴ ποταίνιονἔλαχε στέφανονχείρεσσι ποσίν τε καὶ ἅρματι, ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών; σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον65 ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου[ 80] Οἰωνός: ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων: ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: Δόρυκλος δ᾽ ἔφερε πυγμᾶς τέλος, Τίρυνθα ναίων πόλιν: ἀν᾽ ἵπποισι δὲ τέτρασιν70 ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου: ἄκοντι Φράστωρ ἔλασε σκοπόν: μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον[ 90] παραίθυξε μέγαν: ἐν δ᾽ ἕσπερονἔφλεξεν εὐώπιδος75 σελάνας ἐρατὸν φάος. ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαιςτὸν ἐγκώμιον ἀμφὶ τρόπον. ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριννίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν80 καὶ πυρπάλαμον βέλοςὀρσικτύπου Διός, ἐν ἅπαντι κράτειαἴθωνα κεραυνὸν ἀραρότα.[ 100] χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων, 85 τὰ παρ᾽ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν: ἀλλ᾽ ὥτε παῖς ἐξ ἀλόχου πατρὶποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον: ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμέναἐπακτὸν ἀλλότριον, 90 θνᾴσκοντι στυγερώτατος: καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,[ 110] Ἁγησίδαμ᾽, εἰς Ἀΐδα σταθμὸνἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δ᾽ ἁδυεπής τε λύραγλυκύς τ᾽ αὐλὸς ἀναπάσσει χάριν: 95 τρέφοντι δ᾽ εὐρὺ κλέοςκόραι Πιερίδες Διός. ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνοςΛοκρῶν ἀμφέπεσον μέλιτι[ 120] εὐάνορα πόλιν καταβρέχων: παῖδ᾽ ἐρατὸν δ᾽ Ἀρχεστράτου100 αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷβωμὸν παρ᾽ Ὀλύμπιον, κεῖνον κατὰ χρόνονἰδέᾳ τε καλὸνὥρᾳ τε κεκραμένον, ἅ ποτε105 ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.