Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
11.1
Olympian 11ΑΓΗΣΙΔΑΜΩι ΛΟΚΡΩι ΕΠΙΖΕΦΨΡΙΩι ΠΑΙΔΙ ΠΥΚΤΗιἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείσταχρῆσις, ἔστιν δ᾽ οὐρανίων ὑδάτων, ὀμβρίων παίδων νεφέλας. εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι5 ὑστέρων ἀρχὰ λόγωντέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς. ἀφθόνητος δ᾽ αἶνος Ὀλυμπιονίκαιςοὗτος ἄγκειται. τὰ μὲν ἁμετέραγλῶσσα ποιμαίνειν ἐθέλει: 10[ 10] ἐκ θεοῦ δ᾽ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως. ἴσθι νῦν, Ἀρχεστράτουπαῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκενκόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίαςἁδυμελῆ κελαδήσω, 15 Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων. ἔνθα συγκωμάξατ᾽: ἐγγυάσομαιὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸνμηδ᾽ ἀπείρατον καλῶν, ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ20[ 20] ἐμφυὲς οὔτ᾽ αἴθων ἀλώπηξοὔτ᾽ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.