Olymp
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar">
—
⋯
Original / primary: Textus receptus
1.1
ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙἄριστον μὲν ὕδωρ ὁ δὲ χρυσὸς αἰθόμενον πῦρἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου: εἰ δ' ἄεθλα γαρύενἔλδεαι, φίλον ἦτορ, 5μηκέθ' ἁλίου σκόπει[ 10] ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι' αἰθέρος, μηδ' Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν: ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεταισοφῶν μητίεσσι, κελαδεῖν 10Κρόνου παῖδ' ἐς ἀφνεὰν ἱκομένουςμάκαιραν Ιέ̔ ρωνος ἑστίαν, θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ[ 20] Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, ἀγλαΐζεται δὲ καὶ 15μουσικᾶς ἐν ἀώτῳ, οἷα παίζομεν φίλανἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλουλάμβαν', εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις[ 30] νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, 20ὅτε παρ' Ἀλφεῷ σύτο, δέμαςἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμιξε δεσπόταν, Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέοςἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ: 25τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος[ 40] Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον. ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγονδεδαιδαλμένοι ψεύδεσι ποικίλοις* ἐξαπατῶντι μῦθοι30Χάρις δ', ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,[ 50] ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸνἔμμεναι τὸ πολλάκις: ἁμέραι δ' ἐπίλοιποιμάρτυρες σοφώτατοι. 35ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία. υἱὲ Ταντάλου, σὲ δ', ἀντία προτέρων, φθέγξομαι,[ 60] ὁπότ' ἐκάλεσε πατὴρ τὸν εὐνομώτατονἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, 40τότ' Ἀγλαοτρίαιναν ἁρπάσαιδαμέντα φρένας ἱμέρῳ* χρυσέαισί τ' ἀν' ἵπποιςὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι, ἔνθα δευτέρῳ χρόνῳ[ 70] ἦλθε καὶ Γανυμήδης 45Ζηνὶ τωὔτ' ἐπὶ χρέος. ὡς δ' ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον, ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων, ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰνμαχαίρᾳ τάμον κάτα μέλη, 50[ 80] τραπέζαισί τ', ἀμφὶ δεύτατα, κρεῶνσέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν' εἰπεῖν. ἀφίσταμαι. ἀκέρδεια λέλογχεν θαμινὰκακαγόρους. εἰ δὲ δή τιν' ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ 55ἐτίμασαν, ἦν Τάνταλος οὗτος: ἀλλὰ γὰρ καταπέψαιμέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ' ἕλεν[ 90] ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον, τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται. ἔχει δ' ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον, 60μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαιςἁλίκεσσι συμπόταις[ 100] νέκταρ ἀμβροσίαν τεδῶκεν, οἷσιν ἄφθιτονθῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει. 65τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλινμετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος. πρὸς εὐάνθεμον δ' ὅτε φυὰν[ 110] λάχναι νιν μέλαν γένειον ἔρεφον. ἑτοῖμον ἀνεφρόντισεν γάμον 70Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειανσχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳἄπυεν βαρύκτυπονΕὐτρίαιναν: ὁ δ' αὐτῷπὰρ ποδὶ σχεδὸν φάνη. 75[ 120] τῷ μὲν εἶπε:“ φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριντέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, ἐμὲ δ' ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτωνἐς Ἆλιν, κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαις 80ἐρῶντας ἀναβάλλεται γάμον[ 130] θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει. θανεῖν δ' οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμονγῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, ἁπάντων καλῶν ἄμμορος; ἀλλ' ἐμοὶ μὲν οὗτος ἄεθλος 85ὑποκείσεται: τὺ δὲ πρᾶξιν φίλαν δίδοι.” ὣς ἔννεπεν: οὐδ' ἀκράντοις ἐφάψατ' ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς[ 140] ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τ' ἀκάμαντας ἵππους. ἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον: τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς. 90νῦν δ' ἐν αἱμακουρίαιςἀγλααῖσι μέμικται, Ἀλφεοῦ πόρῳ κλιθείς,[ 150] τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέοςτηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις 95Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται* ἀκμαί τ' ἰσχύος θρασύπονοι: ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον* ἔχει μελιτόεσσαν εὐδίαν[ 160] ἀέθλων γ' ἕνεκεν. τὸ δ' αἰεὶ παράμερον ἐσλὸν 100ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαικεῖνον ἱππίῳ νόμῳΑἰοληΐδι μολπᾷχρή: πέποιθα δὲ ξένονμή τιν', ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον, 105τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.[ 170] θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεταιἔχων τοῦτο κᾶδος, Ιέ̔ ρων, μερίμναισιν: εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γλυκυτέραν κεν ἔλπομαι 110σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων[ 180] παρ' εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦνΜοῖσα καρτερώτατον βέλος ἀλκα τρέφει: ἐπ' ἄλλοισι δ' ἄλλοι μεγάλοι. τὸ δ' ἔσχατονκορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον. 115εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροιςὁμιλεῖν, πρόφαντον σοφίᾳ καθ' Ἕλλανας ἐόντα παντᾷ.