Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 6 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
6.1
ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩι ΑΡΜΑΤΙἀκούσατ᾽: ἦ γὰρ ἑλικώπιδος Ἀφροδίταςἄρουραν ἢ Χαρίτωνἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμουχθονὸς ἐς νάϊον προσοιχόμενοι: 5 Πυθιόνικος ἔνθ᾽ ὀλβίοισιν Ἐμμενίδαιςποταμίᾳ τ᾽ Ἀκράγαντι καὶ μὰν Ξενοκράτειἑτοῖμος ὕμνωνθησαυρὸς ἐν πολυχρύσῳἈπολλωνίᾳ τετείχισται νάπᾳ: 10 τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών, ἐριβρόμου νεφέλαςστρατὸς ἀμείλιχος, οὔτ᾽ ἄνεμος ἐς μυχοὺςἁλὸς ἄξοισι παμφόρῳ χεράδειτυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ15 πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷλόγοισι θνατῶνεὔδοξον ἅρματι νίκανΚρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ. σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν20 ἄγεις ἐφημοσύναν, τά ποτ᾽ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖΦιλύρας υἱὸν ὀρφανιζομένῲΠηλεΐδᾳ παραινεῖν: μάλιστα μὲν Κρονίδαν, βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν, 25 θεῶν σέβεσθαι: ταύτας δὲ μή ποτε τιμᾶςἀμείρειν γονέων βίον πεπρωμένον. ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰςνόημα τοῦτο φέρων, 30 ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτονἀναμείναις στράταρχον ΑἰθιόπωνΜέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ᾽ ἐπέδαΠάριος ἐκ βελέων δαϊχθείς: ὁ δ᾽ ἔφεπενκραταιὸν ἔγχος: 35 Μεσσανίου δὲ γέροντοςδονηθεῖσα φρὴν βόασε παῖδα ὅν: χαμαιπετὲς δ᾽ ἄρ᾽ ἔπος οὐκ ἀπέριψεν: αὐτοῦμένων δ᾽ ὁ θεῖος ἀνὴρπρίατο μὲν θανάτοιο κομιδὰν πατρός, 40 ἐδόκησέν τε τῶν πάλαι γενεᾷὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις, ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν. τὰ μὲν παρίκει: τῶν νῦν δὲ καὶ Θρασύβουλος45 πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα, πάτρῳ τ᾽ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν. νόῳ δὲ πλοῦτον ἄγει, ἄδικον οὔθ᾽ ὑπέροπλον ἥβαν δρέπων, σοφίαν δ᾽ ἐν μυχοῖσι Πιερίδων: 50 τίν τ᾽, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.

Intertext edge

Open linked passage

Note