Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 106 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
106.0.a
διαλεγοίμην. νῦν δ' ἐφῆκεν: νῦν γὰρ ἄν μου ἀκούσαις. Ἀλκιβιάδηςπολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ ὅτε σιγῶν εἵπου: καίτοι σφόδρα γε ἦσθ' ἰδεῖν καὶ τότε τοιοῦτος. εἰ μὲν οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε. εἶεν: εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο; ἔχεις λέγειν;
106.0.b
Σωκράτηςἆρ' ἐρωτᾷς εἴ τιν' ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι; οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν: ἀλλ' ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τ' ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ ὑπηρετῆσαι. Ἀλκιβιάδηςἀλλ' εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω. Σωκράτηςἦ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενα; Ἀλκιβιάδηςοὐ χαλεπόν. Σωκράτηςἀποκρίνου δή. ἈλκιβιάδηςἘρώτα. Σωκράτηςοὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ, ἅ φημί σε
106.0.c
διανοεῖσθαι; Ἀλκιβιάδηςἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅτι καὶ ἐρεῖς. Σωκράτηςφέρε δή: διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου: εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος ἐροίμην:“ ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων; ἆρ' ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι;” τί ἂν ἀποκρίναιο;
106.0.d
Ἀλκιβιάδηςεἴποιμ' ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι. Σωκράτηςπερὶ ὧν ἄρ' εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ. Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςοὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρ' ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες; Ἀλκιβιάδηςποῖα γὰρ ἄλλα; Σωκράτηςἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτ' αὐτὸς ζητεῖν; Ἀλκιβιάδηςοὐκ ἔστιν. Σωκράτηςτί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου; Ἀλκιβιάδηςοὐ δῆτα.
106.0.e
Σωκράτηςἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι; Ἀλκιβιάδηςἀνάγκη. Σωκράτηςἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα: εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ. ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν: οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτ' ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας: οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθ' ἡμέραν ἐξιὼν ἔνδοθεν. Ἀλκιβιάδηςἀλλ' οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.

Intertext edge

Open linked passage

Note