Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 107 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
107.0.a
Σωκράτηςπότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων; Ἀλκιβιάδηςμὰ Δί' οὐκ ἔγωγε. Σωκράτηςἀλλ' ὅταν περὶ κρουμάτων ἐν λύρᾳ; Ἀλκιβιάδηςοὐδαμῶς. Σωκράτηςοὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ. Ἀλκιβιάδηςοὐ μέντοι. Σωκράτηςὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας. Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςοἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.
107.0.b
Ἀλκιβιάδηςναί. Σωκράτηςοὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται; Ἀλκιβιάδηςοὔ. Σωκράτηςμάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ. Ἀλκιβιάδηςναί. Σωκράτηςἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής. Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςεἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος. Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςἀλλ' ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται,
107.0.c
πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον. Ἀλκιβιάδηςεἰκότως γε. Σωκράτηςὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ; Ἀλκιβιάδηςὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες. Σωκράτηςτῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι; Ἀλκιβιάδηςοὐκ ἔγωγε, ὦ Σώκρατες. Σωκράτηςναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτ' αἴτιον ἢ ἄλλο τι; Ἀλκιβιάδηςοὔκ, ἀλλὰ τοῦτο.
107.0.d
Σωκράτηςἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται; Ἀλκιβιάδηςὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων. Σωκράτηςἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον; Ἀλκιβιάδηςναί. Σωκράτηςχρὴ δ' οὐχ οἷς βέλτιον; Ἀλκιβιάδηςναί.
107.0.e
Σωκράτηςκαὶ τόθ' ὁπότε βέλτιον; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςκαὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον; Ἀλκιβιάδηςναί. Σωκράτηςεἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ παιδοτρίβης; Ἀλκιβιάδηςὁ παιδοτρίβης δήπου. Σωκράτηςἔχεις οὖν εἰπεῖν πρὸς τί< ἂν> βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; λέγω δὲ τὸ τοιόνδε: ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ; Ἀλκιβιάδηςναί.

Intertext edge

Open linked passage

Note