Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
108.0.a
Σωκράτηςἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον; Ἀλκιβιάδηςτοσαῦτα. Σωκράτηςοὐκοῦν καὶ τότε ὅτε ἄμεινον; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἀλλὰ μὴν καὶ ᾄδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν; Ἀλκιβιάδηςδεῖ γάρ. Σωκράτηςοὐκοῦν τότε ὁπότε βέλτιον; Ἀλκιβιάδηςναί. Σωκράτηςκαὶ τοσαῦθ' ὅσα βέλτιον; Ἀλκιβιάδηςφημί. Σωκράτηςτί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπ' ἀμφοτέροις,
108.0.b
τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν: σὺ δ' ἐκεῖνο τί καλεῖς; Ἀλκιβιάδηςοὐκ ἐννοῶ. Σωκράτηςἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον: ἢ οὔ; Ἀλκιβιάδηςναί. Σωκράτηςἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν; Ἀλκιβιάδηςπῶς δ' οὔ;
108.0.c
Σωκράτηςἐγὼ δ' εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν. Ἀλκιβιάδηςεἶπες γάρ. Σωκράτηςοὐκοῦν καλῶς; Ἀλκιβιάδηςἔμοιγε δοκεῖ. Σωκράτηςἴθι δὴ καὶ σύ-- πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι-- εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾄδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; οὔπω δύνασαι εἰπεῖν; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἀλλ' ὧδε πειρῶ: τίνες αἱ θεαὶ ὧν ἡ τέχνη; Ἀλκιβιάδηςτὰς μούσας, ὦ Σώκρατες, λέγεις;
108.0.d
Σωκράτηςἔγωγε. ὅρα δή: τίνα ἀπ' αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει; Ἀλκιβιάδηςμουσικήν μοι δοκεῖς λέγειν. Σωκράτηςλέγω γάρ. τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; ὥσπερ ἐκεῖ ἐγώ σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φῄς; πῶς γίγνεσθαι; Ἀλκιβιάδηςμουσικῶς μοι δοκεῖ. Σωκράτηςεὖ λέγεις. ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί
108.0.e
ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφ' ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον: πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον. Ἀλκιβιάδηςἀλλ' οὐ πάνυ τι ἔχω. Σωκράτηςἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν“ τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη;” περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι: περὶ δὲ οὗ