Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 109 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
109.0.a
προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δ', ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; ἢ οὐκ αἰσχρὸν φανεῖται; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςσκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ; Ἀλκιβιάδηςἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι. Σωκράτηςοὐδ' οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα;
109.0.b
Ἀλκιβιάδηςἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι. Σωκράτηςἔχε: πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε. Ἀλκιβιάδηςἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως; Σωκράτηςαὐτὸ τοῦτο. Ἀλκιβιάδηςἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν. Σωκράτηςτί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας;
109.0.c
Ἀλκιβιάδηςδεινὸν τοῦτό γε ἐρωτᾷς: εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε. Σωκράτηςοὐ γὰρ νόμιμον τοῦθ', ὡς ἔοικεν. Ἀλκιβιάδηςοὐ δῆτα: οὐδέ γε καλὸν δοκεῖ εἶναι. Σωκράτηςπρὸς ταῦτ' ἄρα καὶ σὺ[ τὸ δίκαιον] τοὺς λόγους ποιήσῃ; Ἀλκιβιάδηςἀνάγκη. Σωκράτηςἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ; Ἀλκιβιάδηςφαίνεταί γε.
109.0.d
Σωκράτηςπῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος; φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ. Ἀλκιβιάδηςσκώπτεις, ὦ Σώκρατες. Σωκράτηςοὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστ' ἂν ἐπιορκήσαιμι: ἀλλ' εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν.
109.0.e
Ἀλκιβιάδηςτί δ' εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων; Σωκράτηςναί, εἴ γε εὕροις. Ἀλκιβιάδηςἀλλ' οὐκ ἂν εὑρεῖν με ἡγῇ; Σωκράτηςκαὶ μάλα γε, εἰ ζητήσαις. Ἀλκιβιάδηςεἶτα ζητῆσαι οὐκ ἂν οἴει με; Σωκράτηςἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. Ἀλκιβιάδηςεἶτα οὐκ ἦν ὅτ' εἶχον οὕτω; Σωκράτηςκαλῶς λέγεις. ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον

Intertext edge

Open linked passage

Note