Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 110 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
110.0.a
ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; ἢ ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται. Ἀλκιβιάδηςἀλλ' ᾤμην εἰδέναι. Σωκράτηςτρίτον δ' ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως; Ἀλκιβιάδηςἔγωγε. Σωκράτηςἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ; Ἀλκιβιάδηςναί. Σωκράτηςτότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι. Ἀλκιβιάδηςπῶς εὖ οἶσθα;
110.0.b
Σωκράτηςπολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαῤῥαλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ: ἢ οὐκ ἀληθῆ λέγω; Ἀλκιβιάδηςἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ; Σωκράτηςσὺ δ' εἰ τύχοις ἀγνοῶν εἴτ' ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ ποιεῖν;
110.0.c
Ἀλκιβιάδηςμὰ Δί' ἀλλ' οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην. Σωκράτηςὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα. Ἀλκιβιάδηςἔγωγε: καὶ ἠπιστάμην γε. Σωκράτηςἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι. Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςπότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει: οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον. Ἀλκιβιάδηςμὰ τὸν Δί', ὦ Σώκρατες, οὔκουν ἔχω γ' εἰπεῖν.
110.0.d
Σωκράτηςεὑρὼν μὲν ἄρ' οὐκ οἶσθα αὐτά. Ἀλκιβιάδηςοὐ πάνυ φαίνομαι. Σωκράτηςἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι: εἰ δὲ μήθ' ηὗρες μήτ' ἔμαθες, πῶς οἶσθα καὶ πόθεν; Ἀλκιβιάδηςἀλλ' ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών. Σωκράτηςτὸ δὲ πῶς εἶχεν; Ἀλκιβιάδηςἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι. Σωκράτηςπάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί.
110.0.e
Ἀλκιβιάδηςπαρὰ τῶν πολλῶν. Σωκράτηςοὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων. Ἀλκιβιάδηςτί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι; Σωκράτηςοὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή: καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει; Ἀλκιβιάδηςναί. Σωκράτηςεἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα; Ἀλκιβιάδηςοἶμαι ἔγωγε: ἄλλα γοῦν πολλὰ οἷοί τ' εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν. Σωκράτηςποῖα ταῦτα;

Intertext edge

Open linked passage

Note