Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
112.0.a
καὶ πραγμάτων οἱ πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις; Ἀλκιβιάδηςἥκιστα νὴ Δί', ὦ Σώκρατες. Σωκράτηςτί δέ; μάλιστα περὶ αὐτῶν διαφέρεσθαι; Ἀλκιβιάδηςπολύ γε. Σωκράτηςοὔκουν οἴομαί γε πώποτέ σε ἰδεῖν οὐδ' ἀκοῦσαι σφόδρα οὕτω διαφερομένους ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μή, ὥστε διὰ ταῦτα μάχεσθαί τε καὶ ἀποκτεινύναι ἀλλήλους. Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἀλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγ' οἶδ' ὅτι,
112.0.b
καὶ εἰ μὴ ἑώρακας, ἀκήκοας γοῦν ἄλλων τε πολλῶν καὶ Ὁμήρου: καὶ Ὀδυσσείας γὰρ καὶ Ἰλιάδος ἀκήκοας. Ἀλκιβιάδηςπάντως δήπου, ὦ Σώκρατες. Σωκράτηςοὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων; Ἀλκιβιάδηςναί. Σωκράτηςκαὶ αἱ μάχαι γε καὶ οἱ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε Ἀχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ Ὀδυσσεῖ.
112.0.c
Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςοἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ[ Κλεινίας] ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν: ἦ γάρ; Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςτούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως
112.0.d
σφόδρα διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται; Ἀλκιβιάδηςοὐ φαίνεταί γε. Σωκράτηςοὐκοῦν εἰς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι; Ἀλκιβιάδηςἔοικα. Σωκράτηςπῶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ παρ' οὐδενὸς οὔτ' αὐτὸς ἐξευρών; Ἀλκιβιάδηςἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός.
112.0.e
Σωκράτηςὁρᾷς αὖ τοῦθ' ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη; Ἀλκιβιάδηςτὸ ποῖον; Σωκράτηςὅτι ἐμὲ φῂς ταῦτα λέγειν. Ἀλκιβιάδηςτί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων; Σωκράτηςοὐ μέντοι. Ἀλκιβιάδηςἀλλ' ἐγώ; Σωκράτηςναί. Ἀλκιβιάδηςπῶς δή; Σωκράτηςὧδε εἴσῃ. ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο; Ἀλκιβιάδηςἔγωγε. Σωκράτηςπόσῳ; Ἀλκιβιάδηςἑνί. Σωκράτηςπότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω; Ἀλκιβιάδηςἐγώ. Σωκράτηςοὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δ' ἀπεκρίνου; Ἀλκιβιάδηςναί.