Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 114 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
114.0.a
καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντ' ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντ' ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθ' ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθ' ὡς μαθών. ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτ' ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτ' οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα:
114.0.b
πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντ' ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε. Ἀλκιβιάδηςἀλλ' οὐκ οἶδα εἰ οἷός τ' ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν. Σωκράτηςἀλλ', ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον: καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ; Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας
114.0.c
πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς; Ἀλκιβιάδηςναί. Σωκράτηςἆρ' οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει; Ἀλκιβιάδηςναί. Σωκράτηςοὗτος δ' ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςοὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα; Ἀλκιβιάδηςεἰκός γε. Σωκράτηςἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα. Ἀλκιβιάδηςναί. Σωκράτηςἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ
114.0.d
δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθ' ἕνα; Ἀλκιβιάδηςκινδυνεύει. Σωκράτηςἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει. Ἀλκιβιάδηςὑβριστὴς εἶ, ὦ Σώκρατες. Σωκράτηςνῦν γοῦν ὑφ' ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις. Ἀλκιβιάδηςλέγε δή. Σωκράτηςἀποκρίνου μόνον τὰ ἐρωτώμενα.
114.0.e
Ἀλκιβιάδηςμή, ἀλλὰ σὺ αὐτὸς λέγε. Σωκράτηςτί δ'; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι; Ἀλκιβιάδηςπάντως δήπου. Σωκράτηςοὐκοῦν εἰ λέγεις ὅτι ταῦθ' οὕτως ἔχει, μάλιστ' ἂν εἴης πεπεισμένος; Ἀλκιβιάδηςἔμοιγε δοκεῖ. Σωκράτηςἀποκρίνου δή: καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς. Ἀλκιβιάδηςοὔτοι, ἀλλ' ἀποκριτέον: καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.

Intertext edge

Open linked passage

Note