Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
115.0.a
Σωκράτηςμαντικὸς γὰρ εἶ. καί μοι λέγε: τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δ' οὔ; Ἀλκιβιάδηςναί. Σωκράτηςτί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δ' οὔ; Ἀλκιβιάδηςπῶς τοῦτο ἐρωτᾷς; Σωκράτηςεἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν; Ἀλκιβιάδηςοὐκ ἔμοιγε. Σωκράτηςἀλλὰ πάντα τὰ δίκαια καὶ καλά; Ἀλκιβιάδηςναί. Σωκράτηςτί δ' αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δ' οὔ; Ἀλκιβιάδηςοἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι. Σωκράτηςἦ καὶ αἰσχρὰ ἀγαθά; Ἀλκιβιάδηςναί.
115.0.b
Σωκράτηςἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δ' οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον; Ἀλκιβιάδηςπάνυ μὲν οὖν. Σωκράτηςοὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δ' ἐστὶν ἀνδρεία: ἢ οὔ; Ἀλκιβιάδηςναί. Σωκράτηςκακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη: ἦ γάρ; Ἀλκιβιάδηςναί.
115.0.c
Σωκράτηςἆρ' οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςοὐκ ἄρα κατὰ ταὐτόν γ' ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν; Ἀλκιβιάδηςοὐ φαίνεται. Σωκράτηςὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν: τοῦτ' οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει: σὺ πότερ' ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά; Ἀλκιβιάδηςἀγαθά.
115.0.d
Σωκράτηςοὐκοῦν τὰ μέγιστα μάλιστα.< Ἀλκιβιάδηςναί.> Σωκράτηςκαὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι; Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςπῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι; Ἀλκιβιάδηςοὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν. Σωκράτηςἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία. Ἀλκιβιάδηςἔμοιγε. Σωκράτηςἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε. Ἀλκιβιάδηςφημί. Σωκράτηςοὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία; Ἀλκιβιάδηςναί.
115.0.e
Σωκράτηςκαὶ τὰ μὲν μάλιστ' ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα; Ἀλκιβιάδηςναί. Σωκράτηςἆρ' ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα;< Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον.> Ἀλκιβιάδηςἔγωγε. Σωκράτηςτὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατ' ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας; Ἀλκιβιάδηςφαίνομαί γε. Σωκράτηςκατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν; Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων: εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ