Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 116 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
116.0.a
ἀγαθὸν ἀγαθὴν κλητέον. Ἀλκιβιάδηςἔμοιγε δοκεῖ. Σωκράτηςἆρ' οὖν καὶ ᾗ ἀγαθόν, καλόν: ᾗ δὲ κακόν, αἰσχρόν; Ἀλκιβιάδηςναί. Σωκράτηςτὴν ἄρ' ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ. Ἀλκιβιάδηςἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες. Σωκράτηςοὐδὲν ἄρα τῶν καλῶν, καθ' ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθ' ὅσον αἰσχρόν, ἀγαθόν.
116.0.b
Ἀλκιβιάδηςοὐ φαίνεται. Σωκράτηςἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει; Ἀλκιβιάδηςναί. Σωκράτηςοἱ δ' εὖ πράττοντες οὐκ εὐδαίμονες; Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςοὐκοῦν εὐδαίμονες δι' ἀγαθῶν κτῆσιν; Ἀλκιβιάδηςμάλιστα. Σωκράτηςκτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν; Ἀλκιβιάδηςναί. Σωκράτηςτὸ εὖ ἄρα πράττειν ἀγαθόν; Ἀλκιβιάδηςπῶς δ' οὔ; Σωκράτηςοὐκοῦν καλὸν ἡ εὐπραγία; Ἀλκιβιάδηςναί.
116.0.c
Σωκράτηςταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου. Ἀλκιβιάδηςἀνάγκη. Σωκράτηςτί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ; Ἀλκιβιάδηςσυμφέρει. Σωκράτηςμνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν; Ἀλκιβιάδηςοἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν. Σωκράτηςοὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά; Ἀλκιβιάδηςναί.
116.0.d
Σωκράτηςτὰ δὲ ἀγαθὰ συμφέρειν; Ἀλκιβιάδηςναί. Σωκράτηςτὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν. Ἀλκιβιάδηςἔοικεν. Σωκράτηςτί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν; Ἀλκιβιάδηςφαίνομαι, ὡς ἔοικα. Σωκράτηςεἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δ' εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων
116.0.e
ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα; Ἀλκιβιάδηςἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδ' ἔγωγε οὐδ' ὅτι λέγω, ἀλλ' ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι: τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δ' ἄλλα. Σωκράτηςεἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςοἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;

Intertext edge

Open linked passage

Note