Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 117 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
117.0.a
Ἀλκιβιάδηςδέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά. Σωκράτηςοὐκοῦν ὅτι οἶσθα; τοῦτ' αἴτιον; Ἀλκιβιάδηςοἶμαι ἔγωγε. Σωκράτηςπερὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι περὶ τούτων οὐκ οἶσθα. Ἀλκιβιάδηςεἰκός γε. Σωκράτηςοὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φῂς πλανᾶσθαι; εἶτα οὐ δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλανᾷ;
117.0.b
Ἀλκιβιάδηςἔμοιγε. Σωκράτηςἆρ' οὖν οὕτω καὶ ἔχει: ἐπειδάν τίς τι μὴ εἰδῇ, ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυχήν; Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςτί οὖν; οἶσθα ὅντινα τρόπον ἀναβήσῃ εἰς τὸν οὐρανόν; Ἀλκιβιάδηςμὰ Δί' οὐκ ἔγωγε. Σωκράτηςἦ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςτὸ δ' αἴτιον οἶσθα ἢ ἐγὼ φράσω; Ἀλκιβιάδηςφράσον. Σωκράτηςὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστάμενος.
117.0.c
Ἀλκιβιάδηςπῶς αὖ τοῦτο λέγεις; Σωκράτηςὅρα καὶ σὺ κοινῇ. ἃ μὴ ἐπίστασαι, γιγνώσκεις δὲ ὅτι οὐκ ἐπίστασαι, πλανᾷ περὶ τὰ τοιαῦτα; ὥσπερ περὶ ὄψου σκευασίας οἶσθα δήπου ὅτι οὐκ οἶσθα; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςπότερον οὖν αὐτὸς περὶ ταῦτα δοξάζεις ὅπως χρὴ σκευάζειν καὶ πλανᾷ, ἢ τῷ ἐπισταμένῳ ἐπιτρέπεις; Ἀλκιβιάδηςοὕτως. Σωκράτηςτί δ' εἰ ἐν νηὶ̈ πλέοις, ἆρα δοξάζοις ἂν πότερον
117.0.d
χρὴ τὸν οἴακα εἴσω ἄγειν ἢ ἔξω, καὶ ἅτε οὐκ εἰδὼς πλανῷο ἄν, ἢ τῷ κυβερνήτῃ ἐπιτρέψας ἂν ἡσυχίαν ἄγοις; Ἀλκιβιάδηςτῷ κυβερνήτῃ. Σωκράτηςοὐκ ἄρα περὶ ἃ μὴ οἶσθα πλανᾷ, ἄνπερ εἰδῇς ὅτι οὐκ οἶσθα; Ἀλκιβιάδηςοὐκ ἔοικα. Σωκράτηςἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ πράξει διὰ ταύτην τὴν ἄγνοιάν ἐστι, τὴν τοῦ μὴ εἰδότα οἴεσθαι εἰδέναι; Ἀλκιβιάδηςπῶς αὖ λέγεις τοῦτο; Σωκράτηςτότε που ἐπιχειροῦμεν πράττειν, ὅταν οἰώμεθα εἰδέναι ὅτι πράττομεν; Ἀλκιβιάδηςναί.
117.0.e
Σωκράτηςὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις παραδιδόασι; Ἀλκιβιάδηςπῶς δ' οὔ; Σωκράτηςοὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσι διὰ τὸ ἄλλοις περὶ αὐτῶν ἐπιτρέπειν; Ἀλκιβιάδηςναί. Σωκράτηςτίνες οὖν οἱ ἁμαρτάνοντες; οὐ γάρ που οἵ γε εἰδότες. Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἐπειδὴ δ' οὔθ' οἱ εἰδότες οὔθ' οἱ τῶν μὴ εἰδότων

Intertext edge

Open linked passage

Note