Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
124.0.a
Λεωτυχίδου μὲν θυγατέρα, Ἀρχιδάμου δὲ γυναῖκα, Ἄγιδος δὲ μητέρα, οἳ πάντες βασιλῆς γεγόνασιν, θαυμάσαι ἂν καὶ ταύτην εἰς τὰ παρὰ σφίσιν ὑπάρχοντα ἀποβλέψασαν, εἰ σὺ ἐν νῷ ἔχεις τῷ ὑεῖ αὐτῆς διαγωνίζεσθαι οὕτω κακῶς ἠγμένος. καίτοι οὐκ αἰσχρὸν δοκεῖ εἶναι, εἰ αἱ τῶν πολεμίων γυναῖκες βέλτιον περὶ ἡμῶν διανοοῦνται, οἵους χρὴ ὄντας σφίσιν ἐπιχειρεῖν, ἢ ἡμεῖς περὶ ἡμῶν αὐτῶν; ἀλλ', ὦ μακάριε, πειθόμενος ἐμοί τε καὶ τῷ ἐν Δελφοῖς γράμματι, γνῶθι
124.0.b
σαυτόν, ὅτι οὗτοι ἡμῖν εἰσιν ἀντίπαλοι, ἀλλ' οὐχ οὓς σὺ οἴει: ὧν ἄλλῳ μὲν οὐδ' ἂν ἑνὶ περιγενοίμεθα, εἰ μή περ ἐπιμελείᾳ γε ἂν καὶ τέχνῃ. ὧν σὺ εἰ ἀπολειφθήσῃ, καὶ τοῦ ὀνομαστὸς γενέσθαι ἀπολειφθήσῃ ἐν Ἕλλησί τε καὶ βαρβάροις, οὗ μοι δοκεῖς ἐρᾶν ὡς οὐδεὶς ἄλλος ἄλλου. Ἀλκιβιάδηςτίνα οὖν χρὴ τὴν ἐπιμέλειαν, ὦ Σώκρατες, ποιεῖσθαι; ἔχεις ἐξηγήσασθαι; παντὸς γὰρ μᾶλλον ἔοικας ἀληθῆ εἰρηκότι. Σωκράτηςναί: ἀλλὰ γὰρ κοινὴ βουλὴ ᾧτινι τρόπῳ ἂν ὅτι
124.0.c
βέλτιστοι γενοίμεθα. ἐγὼ γάρ τοι οὐ περὶ μὲν σοῦ λέγω ὡς χρὴ παιδευθῆναι, περὶ ἐμοῦ δὲ οὔ: οὐ γὰρ ἔσθ' ὅτῳ σου διαφέρω πλήν γ' ἑνί. Ἀλκιβιάδηςτίνι; Σωκράτηςὁ ἐπίτροπος ὁ ἐμὸς βελτίων ἐστὶ καὶ σοφώτερος ἢ Περικλῆς ὁ σός. Ἀλκιβιάδηςτίς οὗτος, ὦ Σώκρατες; Σωκράτηςθεός, ὦ Ἀλκιβιάδη, ὅσπερ σοί με οὐκ εἴα πρὸ τῆσδε τῆς ἡμέρας διαλεχθῆναι: ᾧ καὶ πιστεύων λέγω ὅτι ἡ ἐπιφάνεια δι' οὐδενὸς ἄλλου σοι ἔσται ἢ δι' ἐμοῦ.
124.0.d
Ἀλκιβιάδηςπαίζεις, ὦ Σώκρατες. Σωκράτηςἴσως: λέγω μέντοι ἀληθῆ, ὅτι ἐπιμελείας δεόμεθα, μᾶλλον μὲν πάντες ἄνθρωποι, ἀτὰρ νώ γε καὶ μάλα σφόδρα. Ἀλκιβιάδηςὅτι μὲν ἐγώ, οὐ ψεύδῃ. Σωκράτηςοὐδὲ μὴν ὅτι γε ἐγώ. Ἀλκιβιάδηςτί οὖν ἂν ποιοῖμεν; Σωκράτηςοὐκ ἀποῤῥητέον οὐδὲ μαλθακιστέον, ὦ ἑταῖρε. Ἀλκιβιάδηςοὔτοι δὴ πρέπει γ', ὦ Σώκρατες. Σωκράτηςοὐ γάρ, ἀλλὰ σκεπτέον κοινῇ. καί μοι λέγε:
124.0.e
φαμὲν γὰρ δὴ ὡς ἄριστοι βούλεσθαι γενέσθαι. ἦ γάρ; Ἀλκιβιάδηςναί. Σωκράτηςτίνα ἀρετήν; Ἀλκιβιάδηςδῆλον ὅτι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί. Σωκράτηςοἱ τί ἀγαθοί; Ἀλκιβιάδηςδῆλον ὅτι οἱ πράττειν τὰ πράγματα. Σωκράτηςποῖα; ἆρα τὰ ἱππικά; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςπαρὰ τοὺς ἱππικοὺς γὰρ ἂν ᾖμεν; Ἀλκιβιάδηςναί. Σωκράτηςἀλλὰ τὰ ναυτικὰ λέγεις; Ἀλκιβιάδηςοὔ. Σωκράτηςπαρὰ τοὺς ναυτικοὺς γὰρ ἂν ᾖμεν; Ἀλκιβιάδηςναί. Σωκράτηςἀλλὰ ποῖα; ἃ τίνες πράττουσιν; Ἀλκιβιάδηςἅπερ Ἀθηναίων οἱ καλοὶ κἀγαθοί.