Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
125.0.a
Σωκράτηςκαλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας; Ἀλκιβιάδηςτοὺς φρονίμους. Σωκράτηςοὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτ' ἀγαθός; Ἀλκιβιάδηςναί. Σωκράτηςὃ δὲ ἄφρων, πονηρός; Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςἆρ' οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἀγαθὸς ἄρ' εἰς αὐτά; Ἀλκιβιάδηςἀγαθός. Σωκράτηςτί δ'; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος; Ἀλκιβιάδηςναί.
125.0.b
Σωκράτηςκακὸς ἄρα εἰς τοῦτο; Ἀλκιβιάδηςναί. Σωκράτηςὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις; Ἀλκιβιάδηςτοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει. Σωκράτηςοὐ δήπου ἵππων γε; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἀλλ' ἀνθρώπων; Ἀλκιβιάδηςναί. Σωκράτηςἆρα καμνόντων; Ἀλκιβιάδηςοὔ. Σωκράτηςἀλλὰ πλεόντων; Ἀλκιβιάδηςοὔ φημι. Σωκράτηςἀλλὰ θεριζόντων; Ἀλκιβιάδηςοὔ.
125.0.c
Σωκράτηςἀλλ' οὐδὲν ποιούντων ἤ τι ποιούντων; Ἀλκιβιάδηςποιούντων λέγω. Σωκράτηςτί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι. Ἀλκιβιάδηςοὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν. Σωκράτηςοὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων; Ἀλκιβιάδηςναί. Σωκράτηςἆρα κελευστῶν χρωμένων ἐρέταις; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςκυβερνητικὴ γὰρ αὕτη γε ἀρετή; Ἀλκιβιάδηςναί. Σωκράτηςἀλλ' ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις
125.0.d
ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςχοροδιδασκαλικὴ γὰρ αὕτη γ' αὖ; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τ' εἶναι ἄρχειν; Ἀλκιβιάδηςκοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει. Σωκράτηςτίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη; Ἀλκιβιάδηςκυβερνητική.
125.0.e
Σωκράτηςκοινωνούντων δ' ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν; Ἀλκιβιάδηςἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία. Σωκράτηςτί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην; Ἀλκιβιάδηςεὐβουλίαν ἔγωγε, ὦ Σώκρατες. Σωκράτηςτί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἀλλ' εὐβουλία;