Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 126 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
126.0.a
Ἀλκιβιάδηςἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας. Σωκράτηςκαλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν; Ἀλκιβιάδηςεἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι. Σωκράτηςἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; ὥσπερ ἂν εἰ σύ με ἔροιο:“ ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;” εἴποιμ' ἂν ὅτι ὑγιείας μὲν παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως;
126.0.b
Ἀλκιβιάδηςναί. Σωκράτηςκαὶ εἴ μ' αὖ ἔροιο:“ τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα;” ὡσαύτως εἴποιμ' ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται. Ἀλκιβιάδηςὀρθῶς. Σωκράτηςτί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται;
126.0.c
Ἀλκιβιάδηςἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται. Σωκράτηςἆρ' οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; Ἀλκιβιάδηςὁμόνοιαν. Σωκράτηςδιὰ τίν' οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς; Ἀλκιβιάδηςδιὰ τὴν ἀριθμητικήν. Σωκράτηςτί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν; Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος; Ἀλκιβιάδηςναί. Σωκράτηςδιὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ
126.0.d
περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν μετρητικήν; Ἀλκιβιάδηςτί μήν; Σωκράτηςοὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις; Ἀλκιβιάδηςναί. Σωκράτηςτί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως; Ἀλκιβιάδηςφημί. Σωκράτηςἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον; Ἀλκιβιάδηςεἰκός γέ τοι. Σωκράτηςτίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ
126.0.e
προθυμοῦ εἰπεῖν. Ἀλκιβιάδηςἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί. Σωκράτηςοἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςοὐδέ γε δεῖ οὐδέν: γυναικεῖον γὰρ τοῦτό γε μάθημα. Ἀλκιβιάδηςναί.

Intertext edge

Open linked passage

Note