Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
127.0.a
Σωκράτηςτί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτ' ἂν ὁμονοεῖν μὴ μαθοῦσα; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι. Ἀλκιβιάδηςἔγωγε. Σωκράτηςἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον. Ἀλκιβιάδηςπῶς δ' οὔ; Σωκράτηςοὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας. Ἀλκιβιάδηςοὔ. Σωκράτηςοὐδ' ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν. Ἀλκιβιάδηςοὐ φαίνεται. Σωκράτηςἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.
127.0.b
Ἀλκιβιάδηςοὐκ ἔοικεν. Σωκράτηςοὐδ' ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν. Ἀλκιβιάδηςοὔ. Σωκράτηςοὐδ' εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; Ἀλκιβιάδηςοἶμαι ἔγωγε, ὦ Σώκρατες. Σωκράτηςπῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις, ἄλλως δ' οὔ; Ἀλκιβιάδηςἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτ' αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν ἑκάτεροι πράττουσιν.
127.0.c
Σωκράτηςοὐκ ἄρτι γε: νῦν δὲ πῶς αὖ λέγεις; ὁμονοίας μὴ ἐγγιγνομένης φιλία ἐγγίγνεται; ἢ οἷόν θ' ὁμόνοιαν ἐγγίγνεσθαι[ περὶ τούτων] ὧν οἱ μὲν ἴσασι περὶ τούτων, οἱ δ' οὔ; Ἀλκιβιάδηςἀδύνατον. Σωκράτηςδίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; Ἀλκιβιάδηςδίκαια: πῶς γὰρ οὔ; Σωκράτηςτὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους; Ἀλκιβιάδηςἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες.
127.0.d
Σωκράτηςτίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθ' ἥτις οὔτ' ἐν οἷστισιν: τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ δ' οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου. Ἀλκιβιάδηςἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδ' αὐτὸς οἶδ' ὅτι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων. Σωκράτηςἀλλὰ χρὴ θαῤῥεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς
127.0.e
πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι ἐπιμεληθῆναι σαυτοῦ: νῦν δ' ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ αἰσθέσθαι. Ἀλκιβιάδηςτί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες; Σωκράτηςἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη: καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον σχήσομεν. Ἀλκιβιάδηςἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι. Σωκράτηςφέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι-- μὴ πολλάκις