Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 128 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
128.0.a
λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ-- καὶ πότ' ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος; ἆρ' ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ; Ἀλκιβιάδηςἐμοὶ γοῦν δοκεῖ. Σωκράτηςτί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρ' ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν; Ἀλκιβιάδηςοὐ μανθάνω. Σωκράτηςκαλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου; Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςοὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον; Ἀλκιβιάδηςναί.< Σωκράτηςκαὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως;
128.0.b
Ἀλκιβιάδηςναί.> Σωκράτηςἆρ' οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα; Ἀλκιβιάδηςοὐ πάνυ μανθάνω, ὦ Σώκρατες. Σωκράτηςτί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος; Ἀλκιβιάδηςἔγωγε. Σωκράτηςἆρ' οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν; Ἀλκιβιάδηςναί. Σωκράτηςτίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ; Ἀλκιβιάδηςσκυτική. Σωκράτηςσκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα;
128.0.c
Ἀλκιβιάδηςναί. Σωκράτηςἦ καὶ ποδὸς σκυτικῇ; ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν; Ἀλκιβιάδηςἐκείνῃ. Σωκράτηςβελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα; Ἀλκιβιάδηςἔμοιγε δοκεῖ. Σωκράτηςαὕτη δ' οὐ γυμναστική; Ἀλκιβιάδηςμάλιστα. Σωκράτηςγυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςκαὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός; Ἀλκιβιάδηςναί. Σωκράτηςκαὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς
128.0.d
ἄλλαις τῶν τοῦ σώματος; Ἀλκιβιάδηςπαντάπασι μὲν οὖν. Σωκράτηςἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςοὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ. Ἀλκιβιάδηςοὐδαμῶς. Σωκράτηςοὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ. Ἀλκιβιάδηςοὐ φαίνεται. Σωκράτηςφέρε δή, ποίᾳ ποτ' ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν; Ἀλκιβιάδηςοὐκ ἔχω λέγειν.
128.0.e
Σωκράτηςἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον ποιοῖμεν, ἀλλ' ᾗ ἡμᾶς αὐτούς; Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες ὑπόδημα; Ἀλκιβιάδηςἀδύνατον. Σωκράτηςοὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον. Ἀλκιβιάδηςἀληθῆ. Σωκράτηςτί δέ; τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρ' ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί ποτ' ἐσμὲν αὐτοί;

Intertext edge

Open linked passage

Note