Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 129 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
129.0.a
Ἀλκιβιάδηςἀδύνατον. Σωκράτηςπότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός; Ἀλκιβιάδηςἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον. Σωκράτηςἀλλ', ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδ' ἔχει: γνόντες μὲν αὐτὸ τάχ' ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε. Ἀλκιβιάδηςἔστι ταῦτα.
129.0.b
Σωκράτηςφέρε δή, τίν' ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό; οὕτω μὲν γὰρ ἂν τάχ' εὕροιμεν τί ποτ' ἐσμὲν αὐτοί, τούτου δ' ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που. Ἀλκιβιάδηςὀρθῶς λέγεις. Σωκράτηςἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί; Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν καὶ ἐγὼ σοί; Ἀλκιβιάδηςναί. ΣωκράτηςΣωκράτης ἄρ' ἐστὶν ὁ διαλεγόμενος; Ἀλκιβιάδηςπάνυ γε. ΣωκράτηςἈλκιβιάδης δ' ὁ ἀκούων; Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης;
129.0.c
Ἀλκιβιάδηςτί μήν; Σωκράτηςτὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς. Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο; Ἀλκιβιάδηςπῶς λέγεις; Σωκράτηςὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις. Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται; Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςἆρ' οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη; Ἀλκιβιάδηςναί.
129.0.d
Σωκράτηςτοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι. Ἀλκιβιάδηςδοκεῖ. Σωκράτηςτί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν; Ἀλκιβιάδηςκαὶ χερσίν. Σωκράτηςχρῆται ἄρα καὶ ταύταις; Ἀλκιβιάδηςναί. Σωκράτηςἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ; Ἀλκιβιάδηςναί. Σωκράτηςτὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν; Ἀλκιβιάδηςναί. Σωκράτηςἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ
129.0.e
ὀφθαλμῶν οἷς ἐργάζονται; Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςοὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἕτερον δ' ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται; Ἀλκιβιάδηςναί. Σωκράτηςἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ; Ἀλκιβιάδηςἔοικεν. Σωκράτηςτί ποτ' οὖν ὁ ἄνθρωπος; Ἀλκιβιάδηςοὐκ ἔχω λέγειν. Σωκράτηςἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον. Ἀλκιβιάδηςναί.

Intertext edge

Open linked passage

Note