Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
130.0.a
Σωκράτηςἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή; Ἀλκιβιάδηςοὐκ ἄλλο. Σωκράτηςοὐκοῦν ἄρχουσα; Ἀλκιβιάδηςναί. Σωκράτηςκαὶ μὴν τόδε γ' οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι. Ἀλκιβιάδηςτὸ ποῖον; Σωκράτηςμὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον. Ἀλκιβιάδηςτίνων; Σωκράτηςψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο. Ἀλκιβιάδηςτί μήν; Σωκράτηςἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;
130.0.b
Ἀλκιβιάδηςὡμολογήσαμεν. Σωκράτηςἆρ' οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει; Ἀλκιβιάδηςοὐδαμῶς. Σωκράτηςἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν. Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν. Ἀλκιβιάδηςοὐκ ἔοικεν. Σωκράτηςἀλλ' ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος; Ἀλκιβιάδηςἴσως δῆτα. Σωκράτηςπάντων γε ἥκιστα: μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν. Ἀλκιβιάδηςὀρθῶς.
130.0.c
Σωκράτηςἐπειδὴ δ' οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ μηδὲν αὔτ' εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ ψυχήν. Ἀλκιβιάδηςκομιδῇ μὲν οὖν. Σωκράτηςἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος; Ἀλκιβιάδηςμὰ Δία, ἀλλ' ἱκανῶς μοι δοκεῖ ἔχειν. Σωκράτηςεἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν: ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ
130.0.d
παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως. Ἀλκιβιάδηςτί τοῦτο; Σωκράτηςὃ ἄρτι οὕτω πως ἐῤῥήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό: νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει: οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν. Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςοὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν;
130.0.e
Ἀλκιβιάδηςπάνυ μὲν οὖν. Σωκράτηςτοῦτ' ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους: τοῦτο δέ ἐστιν ἡ ψυχή. Ἀλκιβιάδηςἔμοιγε δοκεῖ. Σωκράτηςψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.