Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 131 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
131.0.a
Ἀλκιβιάδηςἔοικεν. Σωκράτηςὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλ' οὐχ αὑτὸν ἔγνωκεν. Ἀλκιβιάδηςοὕτως. Σωκράτηςοὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθ' ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθ' ὅσον παιδοτρίβης. Ἀλκιβιάδηςοὐκ ἔοικεν. Σωκράτηςπολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς. οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλ' ἔτι ποῤῥωτέρω τῶν ἑαυτῶν κατά γε τὰς
131.0.b
τέχνας ἃς ἔχουσιν: τὰ γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται. Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςεἰ ἄρα σωφροσύνη ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν τέχνην. Ἀλκιβιάδηςοὔ μοι δοκεῖ. Σωκράτηςδιὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι καὶ οὐκ ἀνδρὸς ἀγαθοῦ μαθήματα. Ἀλκιβιάδηςπάνυ μὲν οὖν. Σωκράτηςοὐκοῦν πάλιν ὅστις αὖ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλ' οὐχ αὑτὸν θεραπεύει; Ἀλκιβιάδηςκινδυνεύει. Σωκράτηςὅστις δέ γε τὰ χρήματα, οὔθ' ἑαυτὸν οὔτε τὰ
131.0.c
ἑαυτοῦ, ἀλλ' ἔτι ποῤῥωτέρω τῶν ἑαυτοῦ; Ἀλκιβιάδηςἔμοιγε δοκεῖ. Σωκράτηςοὐ τὰ αὑτοῦ ἄρα ἔτι πράττει ὁ χρηματιστής. Ἀλκιβιάδηςὀρθῶς. Σωκράτηςεἰ ἄρα τις γέγονεν ἐραστὴς τοῦ Ἀλκιβιάδου σώματος, οὐκ Ἀλκιβιάδου ἄρα ἠράσθη ἀλλά τινος τῶν Ἀλκιβιάδου. Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςὅστις δέ σου τῆς ψυχῆς ἐρᾷ; Ἀλκιβιάδηςἀνάγκη φαίνεται ἐκ τοῦ λόγου. Σωκράτηςοὐκοῦν ὁ μὲν τοῦ σώματός σου ἐρῶν, ἐπειδὴ λήγει ἀνθοῦν, ἀπιὼν οἴχεται; Ἀλκιβιάδηςφαίνεται.
131.0.d
Σωκράτηςὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ; Ἀλκιβιάδηςεἰκός γε. Σωκράτηςοὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν ἄλλων ἀπεληλυθότων. Ἀλκιβιάδηςεὖ γε ποιῶν, ὦ Σώκρατες: καὶ μηδὲ ἀπέλθοις. Σωκράτηςπροθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι. Ἀλκιβιάδηςἀλλὰ προθυμήσομαι.
131.0.e
Σωκράτηςὡς οὕτω γέ σοι ἔχει: οὔτ' ἐγένεθ', ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου ἐραστὴς οὔτ' ἔστιν ἀλλ' ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ Σωφρονίσκου καὶ Φαιναρέτης. Ἀλκιβιάδηςἀληθῆ. Σωκράτηςοὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι προσελθεῖν, βουλόμενος πυθέσθαι δι' ὅτι μόνος οὐκ ἀπέρχομαι; Ἀλκιβιάδηςἦν γὰρ οὕτω. Σωκράτηςτοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δ' ἄλλοι τῶν σῶν: τὰ δὲ σὰ λήγει ὥρας, σὺ δ' ἄρχῃ ἀνθεῖν.

Intertext edge

Open linked passage

Note