Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 132 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
132.0.a
καὶ νῦν γε ἂν μὴ διαφθαρῇς ὑπὸ τοῦ Ἀθηναίων δήμου καὶ αἰσχίων γένῃ, οὐ μή σε ἀπολίπω. τοῦτο γὰρ δὴ μάλιστα ἐγὼ φοβοῦμαι, μὴ δημεραστὴς ἡμῖν γενόμενος διαφθαρῇς: πολλοὶ γὰρ ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν Ἀθηναίων. εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος δῆμος Ἐρεχθέως: ηομ. ιλ. 2. 547 ἀλλ' ἀποδύντα χρὴ αὐτὸν θεάσασθαι. εὐλαβοῦ οὖν τὴν εὐλάβειαν ἣν ἐγὼ λέγω. Ἀλκιβιάδηςτίνα;
132.0.b
Σωκράτηςγύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς πόλεως, πρότερον δὲ μή, ἵν' ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς δεινόν. Ἀλκιβιάδηςεὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες: ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντιν' ἂν τρόπον ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν. Σωκράτηςοὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται-- ὃ γὰρ ἐσμέν, ἐπιεικῶς ὡμολόγηται-- ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλ' οὐχ ἡμῶν. Ἀλκιβιάδηςἔστι ταῦτα.
132.0.c
Σωκράτηςκαὶ μετὰ τοῦτο δὴ ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον. Ἀλκιβιάδηςδῆλον. Σωκράτηςσωμάτων δὲ καὶ χρημάτων τὴν ἐπιμέλειαν ἑτέροις παραδοτέον. Ἀλκιβιάδηςτί μήν; Σωκράτηςτίν' οὖν ἂν τρόπον γνοῖμεν αὐτὸ ἐναργέστατα; ἐπειδὴ τοῦτο γνόντες, ὡς ἔοικεν, καὶ ἡμᾶς αὐτοὺς γνωσόμεθα. ἆρα πρὸς θεῶν εὖ λέγοντος οὗ νυνδὴ ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος οὐ συνίεμεν; Ἀλκιβιάδηςτὸ ποῖόν τι διανοούμενος λέγεις, ὦ Σώκρατες;
132.0.d
Σωκράτηςἐγώ σοι φράσω, ὅ γε ὑποπτεύω λέγειν καὶ συμβουλεύειν ἡμῖν τοῦτο τὸ γράμμα. κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παράδειγμα αὐτοῦ, ἀλλὰ κατὰ τὴν ὄψιν μόνον. Ἀλκιβιάδηςπῶς τοῦτο λέγεις; Σωκράτηςσκόπει καὶ σύ. εἰ ἡμῶν τῷ ὄμματι ὥσπερ ἀνθρώπῳ συμβουλεῦον εἶπεν“ ἰδὲ σαυτόν,” πῶς ἂν ὑπελάβομεν τί παραινεῖν; ἆρα οὐχὶ εἰς τοῦτο βλέπειν, εἰς ὃ βλέπων ὁ ὀφθαλμὸς ἔμελλεν αὑτὸν ἰδεῖν; Ἀλκιβιάδηςδῆλον. Σωκράτηςἐννοῶμεν δὴ εἰς τί βλέποντες τῶν ὄντων ἐκεῖνό
132.0.e
τε ὁρῷμεν ἅμα ἂν καὶ ἡμᾶς αὐτούς; Ἀλκιβιάδηςδῆλον δή, ὦ Σώκρατες, ὅτι εἰς κάτοπτρά τε καὶ τὰ τοιαῦτα. Σωκράτηςὀρθῶς λέγεις. οὐκοῦν καὶ τῷ ὀφθαλμῷ ᾧ ὁρῶμεν ἔνεστί< τι> τῶν τοιούτων; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἐννενόηκας οὖν ὅτι τοῦ ἐμβλέποντος εἰς τὸν

Intertext edge

Open linked passage

Note