Alcib 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
134.0.a
Ἀλκιβιάδηςοὐ δῆτα. Σωκράτηςοὐδέ γε εἴσεται ὅτι πράττει. Ἀλκιβιάδηςοὐ γὰρ οὖν. Σωκράτηςὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται; Ἀλκιβιάδηςπάνυ γε. Σωκράτηςἐξαμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδίᾳ τε καὶ δημοσίᾳ; Ἀλκιβιάδηςπῶς δ' οὔ; Σωκράτηςκακῶς δὲ πράττων οὐκ ἄθλιος; Ἀλκιβιάδηςσφόδρα γε. Σωκράτηςτί δ' οἷς οὗτος πράττει; Ἀλκιβιάδηςκαὶ οὗτοι. Σωκράτηςοὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι.
134.0.b
Ἀλκιβιάδηςοὐχ οἷόν τε. Σωκράτηςοἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι. Ἀλκιβιάδηςσφόδρα γε. Σωκράτηςοὐκ ἄρα οὐδ' ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλ' ὁ σωφρονήσας. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςοὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς. Ἀλκιβιάδηςοὐ μέντοι. Σωκράτηςεἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ
134.0.c
καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις. Ἀλκιβιάδηςπῶς γὰρ οὔ; Σωκράτηςδύναιτο δ' ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι; Ἀλκιβιάδηςκαὶ πῶς; Σωκράτηςαὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως. Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςοὐκ ἄρα ἐξουσίαν σοι οὐδ' ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην. Ἀλκιβιάδηςφαίνεται.
134.0.d
Σωκράτηςδικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε. Ἀλκιβιάδηςεἰκός γε. Σωκράτηςκαὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε. Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε; Ἀλκιβιάδηςναί.
134.0.e
Σωκράτηςἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν εὐδαιμονήσειν. Ἀλκιβιάδηςἀσφαλὴς γὰρ εἶ ἐγγυητής. Σωκράτηςἀδίκως δέ γε πράττοντες, εἰς τὸ ἄθεον καὶ σκοτεινὸν βλέποντες, ὡς τὰ εἰκότα, ὅμοια τούτοις πράξετε ἀγνοοῦντες ὑμᾶς αὐτούς. Ἀλκιβιάδηςἔοικεν. Σωκράτηςὧι γὰρ< ἄν>, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει; οἷον νοσοῦντι ἐξουσίας οὔσης δρᾶν ὃ