Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcib 1
Plato (plato)Alcib 1 135 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
135.0.a
βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι, τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον; ἆρ' οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα; Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςτί δ' ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις; Ἀλκιβιάδηςἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν. Σωκράτηςοὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ
135.0.b
ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ κακῶς πράττειν; Ἀλκιβιάδηςἀνάγκη. Σωκράτηςοὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθ' αὑτῷ οὔτε τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλ' ἀρετήν. Ἀλκιβιάδηςἀληθῆ λέγεις. Σωκράτηςπρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ ἄρχειν ἀνδρί, οὐ μόνον παιδί. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςοὐκοῦν τό γ' ἄμεινον καὶ κάλλιον; Ἀλκιβιάδηςναί. Σωκράτηςτὸ δὲ κάλλιον πρεπωδέστερον;
135.0.c
Ἀλκιβιάδηςπῶς δ' οὔ; Σωκράτηςπρέπει ἄρα τῷ κακῷ δουλεύειν: ἄμεινον γάρ. Ἀλκιβιάδηςναί. Σωκράτηςδουλοπρεπὲς ἄρ' ἡ κακία. Ἀλκιβιάδηςφαίνεται. Σωκράτηςἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή. Ἀλκιβιάδηςναί. Σωκράτηςοὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν; Ἀλκιβιάδηςμάλιστά γε, ὦ Σώκρατες. Σωκράτηςαἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ; Ἀλκιβιάδηςδοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι. Σωκράτηςοἶσθ' οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί,
135.0.d
Ἀλκιβιάδηςἔγωγε. Σωκράτηςπῶς; Ἀλκιβιάδηςἐὰν βούλῃ σύ, ὦ Σώκρατες. Σωκράτηςοὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη. Ἀλκιβιάδηςἀλλὰ πῶς χρὴ λέγειν; Σωκράτηςὅτι ἐὰν θεὸς ἐθέλῃ. Ἀλκιβιάδηςλέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν: οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δ' ὑπ' ἐμοῦ παιδαγωγήσῃ.
135.0.e
Σωκράτηςὦ γενναῖε, πελαργοῦ ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται. Ἀλκιβιάδηςἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι. Σωκράτηςβουλοίμην ἄν σε καὶ διατελέσαι: ὀῤῥωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν, ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.

Intertext edge

Open linked passage

Note