Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Amat
Plato (plato)Amat 137 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
137.0.1
εἰρημένα. ἔχει δέ πως ὡδί. ὡμολογήσαμεν καλὸν εἶναι τὴν φιλοσοφίαν καὶ αὐτοὶ φιλόσοφοι εἶναι, τοὺς δὲ φιλοσόφους ἀγαθούς, τοὺς δὲ ἀγαθοὺς χρησίμους, τοὺς δὲ πονηροὺς ἀχρήστους: αὖθις δ᾽ αὖ τοὺς φιλοσόφους ὡμολογήσαμεν, ἕως ἂν οἱ δημιουργοὶ ὦσιν, ἀχρήστους εἶναι, δημιουργοὺς δὲ ἀεὶ εἶναι. οὐ γὰρ ταῦτα ὡμολόγηται; πάνυ γε, ἦ δ᾽ ὅς. ὡμολογοῦμεν ἄρα, ὡς ἔοικε, κατά γε τὸν σὸν λόγον, εἴπερ τὸ φιλοσοφεῖν ἐστι περὶ τὰς τέχνας ἐπιστήμονας εἶναι ὃν σὺ λέγεις τὸν τρόπον, πονηροὺς αὐτοὺς εἶναι καὶ
137.0.2
ἀχρήστους, ἕως ἂν ἐν ἀνθρώποις τέχναι ὦσιν. ἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι, μηδ᾽ ᾖ τοῦτο φιλοσοφεῖν, περὶ τὰς τέχνας ἐσπουδακέναι, οὐδὲ πολυπραγμονοῦντα κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλ᾽ ἄλλο τι, ἐπεὶ ἐγὼ ᾤμην καὶ ὄνειδος εἶναι τοῦτο καὶ βαναύσους καλεῖσθαι τοὺς περὶ τὰς τέχνας ἐσπουδακότας. ὧδε δὲ σαφέστερον εἰσόμεθα εἰ ἄρα ἀληθῆ λέγω, ἐὰν τοῦτο ἀποκρίνῃ: τίνες ἵππους ἐπίστανται
137.0.3
κολάζειν ὀρθῶς; πότερον οἵπερ βελτίστους ποιοῦσιν ἢ ἄλλοι; οἵπερ βελτίστους. τί δέ; κύνας οὐχ οἳ βελτίστους ἐπίστανται ποιεῖν, οὗτοι καὶ κολάζειν ὀρθῶς ἐπίστανται; ναί. ἡ αὐτὴ ἄρα τέχνη βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς; φαίνεταί μοι, ἦ δ᾽ ὅς. τί δέ; πότερον ἥπερ βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς, ἡ αὐτὴ δὲ καὶ γιγνώσκει τοὺς χρηστοὺς καὶ τοὺς μοχθηρούς, ἢ ἑτέρα τις; ἡ αὐτή, ἔφη. ἐθελήσεις οὖν καὶ κατ᾽ ἀνθρώπους τοῦτο ὁμολογεῖν,
137.0.4
ἥπερ βελτίστους ἀνθρώπους ποιεῖ, ταύτην εἶναι καὶ τὴν κολάζουσαν ὀρθῶς καὶ διαγιγνώσκουσαν τοὺς χρηστούς τε καὶ μοχθηρούς; πάνυ γ᾽, ἔφη. οὐκοῦν καὶ ἥτις ἕνα, καὶ πολλούς, καὶ ἥτις πολλούς, καὶ ἕνα; ναί. καὶ καθ᾽ ἵππων δὴ καὶ τῶν ἄλλων ἁπάντων οὕτως; φημί. τίς οὖν ἐστιν ἡ ἐπιστήμη, ἥτις τοὺς ἐν ταῖς πόλεσιν ἀκολασταίνοντας καὶ παρανομοῦντας ὀρθῶς κολάζει; οὐχ ἡ δικαστική; ναί. ἦ ἄλλην οὖν τινα καλεῖς καὶ δικαιοσύνην ἢ ταύτην; οὐκ, ἀλλὰ ταύτην.
137.0.ε
οὐκοῦν ᾗπερ κολάζουσιν ὀρθῶς, ταύτῃ καὶ γιγνώσκουσι τοὺς χρηστοὺς καὶ μοχθηρούς; ταύτῃ. ὅστις δὲ ἕνα γιγνώσκει, καὶ πολλοὺς γνώσεται; ναί. καὶ ὅστις γε πολλοὺς ἀγνοεῖ, καὶ ἕνα; φημί. εἰ ἄρα ἵππος ὢν ἀγνοοῖ τοὺς χρηστοὺς καὶ πονηροὺς ἵππους, κἂν ἑαυτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν; φημί. καὶ εἰ βοῦς ὢν ἀγνοοῖ τοὺς πονηροὺς καὶ χρηστοὺς βοῦς, κἂν αὑτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν; ναί, ἔφη. οὕτω δὴ καὶ εἰ κύων; ὡμολόγει.

Intertext edge

Open linked passage

Note