Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 454 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
454.0.a
ἄρτιόν τε καὶ τὸ περιττὸν ὅσον ἐστίν: καὶ τὰς ἄλλας ἃς νυνδὴ ἐλέγομεν τέχνας ἁπάσας ἕξομεν ἀποδεῖξαι πειθοῦς δημιουργοὺς οὔσας καὶ ἧστινος καὶ περὶ ὅτι: ἢ οὔ; Γοργίας: ναί. Σωκράτης: οὐκ ἄρα ῥητορικὴ μόνη πειθοῦς ἐστιν δημιουργός. Γοργίας: ἀληθῆ λέγεις. Σωκράτης: ἐπειδὴ τοίνυν οὐ μόνη ἀπεργάζεται τοῦτο τὸ ἔργον, ἀλλὰ καὶ ἄλλαι, δικαίως ὥσπερ περὶ τοῦ ζωγράφου μετὰ τοῦτο ἐπανεροίμεθ' ἂν τὸν λέγοντα: ποίας δὴ πειθοῦς καὶ τῆς περὶ τί πειθοῦς ἡ ῥητορική ἐστιν τέχνη; ἢ οὐ δοκεῖ σοι
454.0.b
δίκαιον εἶναι ἐπανερέσθαι; Γοργίας: ἔμοιγε. Σωκράτης: ἀπόκριναι δή, ὦ Γοργία, ἐπειδή γε καὶ σοὶ δοκεῖ οὕτως. Γοργίας: ταύτης τοίνυν τῆς πειθοῦς λέγω, ὦ Σώκρατες, τῆς ἐν τοῖς δικαστηρίοις καὶ ἐν τοῖς ἄλλοις ὄχλοις, ὥσπερ καὶ ἄρτι ἔλεγον, καὶ περὶ τούτων ἅ ἐστι δίκαιά τε καὶ ἄδικα. Σωκράτης: καὶ ἐγώ τοι ὑπώπτευον ταύτην σε λέγειν τὴν πειθὼ καὶ περὶ τούτων, ὦ Γοργία: ἀλλ' ἵνα μὴ θαυμάζῃς ἐὰν καὶ ὀλίγον ὕστερον τοιοῦτόν τί σε ἀνέρωμαι, ὃ δοκεῖ μὲν δῆλον
454.0.c
εἶναι, ἐγὼ δ' ἐπανερωτῶ-- ὅπερ γὰρ λέγω, τοῦ ἑξῆς ἕνεκα περαίνεσθαι τὸν λόγον ἐρωτῶ, οὐ σοῦ ἕνεκα ἀλλ' ἵνα μὴ ἐθιζώμεθα ὑπονοοῦντες προαρπάζειν ἀλλήλων τὰ λεγόμενα, ἀλλὰ σὺ τὰ σαυτοῦ κατὰ τὴν ὑπόθεσιν ὅπως ἂν βούλῃ περαίνῃς. Γοργίας: καὶ ὀρθῶς γέ μοι δοκεῖς ποιεῖν, ὦ Σώκρατες. Σωκράτης: ἴθι δὴ καὶ τόδε ἐπισκεψώμεθα. καλεῖς τι μεμαθηκέναι; Γοργίας: καλῶ. Σωκράτης: τί δέ; πεπιστευκέναι; Γοργίας:
454.0.d
ἔγωγε. Σωκράτης: πότερον οὖν ταὐτὸν δοκεῖ σοι εἶναι μεμαθηκέναι καὶ πεπιστευκέναι, καὶ μάθησις καὶ πίστις, ἢ ἄλλο τι; Γοργίας: οἴομαι μὲν ἔγωγε, ὦ Σώκρατες, ἄλλο. Σωκράτης: καλῶς γὰρ οἴει: γνώσῃ δὲ ἐνθένδε. εἰ γάρ τίς σε ἔροιτο:“ ἆρ' ἔστιν τις, ὦ Γοργία, πίστις ψευδὴς καὶ ἀληθής;” φαίης ἄν, ὡς ἐγὼ οἶμαι. Γοργίας: ναί. Σωκράτης: τί δέ; ἐπιστήμη ἐστὶν ψευδὴς καὶ ἀληθής; Γοργίας: οὐδαμῶς. Σωκράτης: δῆλον ἄρ' αὖ ὅτι οὐ ταὐτόν ἐστιν. Γοργίας: ἀληθῆ λέγεις. Σωκράτης:
454.0.e
ἀλλὰ μὴν οἵ τέ γε μεμαθηκότες πεπεισμένοι εἰσὶν καὶ οἱ πεπιστευκότες. Γοργίας: ἔστι ταῦτα. Σωκράτης: βούλει οὖν δύο εἴδη θῶμεν πειθοῦς, τὸ μὲν πίστιν παρεχόμενον ἄνευ τοῦ εἰδέναι, τὸ δ' ἐπιστήμην; Γοργίας: πάνυ γε. Σωκράτης: ποτέραν οὖν ἡ ῥητορικὴ πειθὼ ποιεῖ ἐν δικαστηρίοις τε καὶ τοῖς ἄλλοις ὄχλοις περὶ τῶν δικαίων τε καὶ ἀδίκων; ἐξ ἧς πιστεύειν γίγνεται ἄνευ τοῦ εἰδέναι ἢ ἐξ ἧς τὸ εἰδέναι; Γοργίας: δῆλον δήπου, ὦ Σώκρατες, ὅτι ἐξ ἧς τὸ πιστεύειν. Σωκράτης: ἡ ῥητορικὴ ἄρα, ὡς ἔοικεν, πειθοῦς

Intertext edge

Open linked passage

Note