Gorgias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
466.0.a
ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι: δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ. Πῶλος: τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική; Σωκράτης: κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλ' οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις; Πῶλος: ἆρ' οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;
466.0.b
Σωκράτης: ἐρώτημα τοῦτ' ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις; Πῶλος: ἐρωτῶ ἔγωγε. Σωκράτης: οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν. Πῶλος: πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν; Σωκράτης: οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ. Πῶλος: ἀλλὰ μὴν λέγω γε. Σωκράτης: ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες. Πῶλος: τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε
466.0.c
ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς; Σωκράτης: νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφ' ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς. Πῶλος: ἀλλ' ἔγωγε σὲ ἐρωτῶ. Σωκράτης: εἶεν, ὦ φίλε: ἔπειτα δύο ἅμα με ἐρωτᾷς; Πῶλος: πῶς δύο; Σωκράτης: οὐκ ἄρτι οὕτω πως ἔλεγες:“ ἦ οὐχὶ ἀποκτεινύασιν
466.0.d
οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;” Πῶλος: ἔγωγε. Σωκράτης: λέγω τοίνυν σοι ὅτι δύο ταῦτ' ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον: οὐδὲν
466.0.e
γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι. Πῶλος: οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι; Σωκράτης: οὔχ, ὥς γέ φησιν Πῶλος. Πῶλος: ἐγὼ οὔ φημι; φημὶ μὲν οὖν ἔγωγε. Σωκράτης: μὰ τὸν-- οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ. Πῶλος: φημὶ γὰρ οὖν. Σωκράτης: ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι; Πῶλος: οὐκ ἔγωγε. Σωκράτης: οὐκοῦν ἀποδείξεις τοὺς ῥήτορας νοῦν ἔχοντας καὶ