Gorgias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
470.0.a
Σωκράτης: ἔχεις οὖν εἰπεῖν δι' ὅτι μέμφῃ τὴν τοιαύτην δύναμιν; Πῶλος: ἔγωγε. Σωκράτης: τί δή; λέγε. Πῶλος: ὅτι ἀναγκαῖον τὸν οὕτω πράττοντα ζημιοῦσθαί ἐστιν. Σωκράτης: τὸ δὲ ζημιοῦσθαι οὐ κακόν; Πῶλος: πάνυ γε. Σωκράτης: οὐκοῦν, ὦ θαυμάσιε,[ τὸ μέγα δύνασθαι] πάλιν αὖ σοι φαίνεται, ἐὰν μὲν πράττοντι ἃ δοκεῖ ἕπηται τὸ ὠφελίμως πράττειν, ἀγαθόν τε εἶναι, καὶ τοῦτο, ὡς ἔοικεν, ἐστὶν τὸ μέγα δύνασθαι: εἰ δὲ μή, κακὸν καὶ σμικρὸν δύνασθαι.
470.0.b
σκεψώμεθα δὲ καὶ τόδε: ἄλλο τι ὁμολογοῦμεν ἐνίοτε μὲν ἄμεινον εἶναι ταῦτα ποιεῖν ἃ νυνδὴ ἐλέγομεν, ἀποκτεινύναι τε καὶ ἐξελαύνειν ἀνθρώπους καὶ ἀφαιρεῖσθαι χρήματα, ἐνίοτε δὲ οὔ; Πῶλος: πάνυ γε. Σωκράτης: τοῦτο μὲν δή, ὡς ἔοικε, καὶ παρὰ σοῦ καὶ παρ' ἐμοῦ ὁμολογεῖται. Πῶλος: ναί. Σωκράτης: πότε οὖν σὺ φῂς ἄμεινον εἶναι ταῦτα ποιεῖν; εἰπὲ τίνα ὅρον ὁρίζῃ. Πῶλος: σὺ μὲν οὖν, ὦ Σώκρατες, ἀπόκριναι[ ταὐτὸ] τοῦτο.
470.0.c
Σωκράτης: ἐγὼ μὲν τοίνυν φημί, ὦ Πῶλε, εἴ σοι παρ' ἐμοῦ ἥδιόν ἐστιν ἀκούειν, ὅταν μὲν δικαίως τις ταῦτα ποιῇ, ἄμεινον εἶναι, ὅταν δὲ ἀδίκως, κάκιον. Πῶλος: χαλεπόν γέ σε ἐλέγξαι, ὦ Σώκρατες: ἀλλ' οὐχὶ κἂν παῖς σε ἐλέγξειεν ὅτι οὐκ ἀληθῆ λέγεις; Σωκράτης: πολλὴν ἄρα ἐγὼ τῷ παιδὶ χάριν ἕξω, ἴσην δὲ καὶ σοί, ἐάν με ἐλέγξῃς καὶ ἀπαλλάξῃς φλυαρίας. ἀλλὰ μὴ κάμῃς φίλον ἄνδρα εὐεργετῶν, ἀλλ' ἔλεγχε. Πῶλος: ἀλλὰ μήν, ὦ Σώκρατες, οὐδέν γέ σε δεῖ παλαιοῖς
470.0.d
πράγμασιν ἐλέγχειν: τὰ γὰρ ἐχθὲς καὶ πρώην γεγονότα ταῦτα ἱκανά σε ἐξελέγξαι ἐστὶν καὶ ἀποδεῖξαι ὡς πολλοὶ ἀδικοῦντες ἄνθρωποι εὐδαίμονές εἰσιν. Σωκράτης: τὰ ποῖα ταῦτα; Πῶλος: Ἀρχέλαον δήπου τοῦτον τὸν Περδίκκου ὁρᾷς ἄρχοντα Μακεδονίας; Σωκράτης: εἰ δὲ μή, ἀλλ' ἀκούω γε. Πῶλος: εὐδαίμων οὖν σοι δοκεῖ εἶναι ἢ ἄθλιος; Σωκράτης: οὐκ οἶδα, ὦ Πῶλε: οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί.
470.0.e
Πῶλος: τί δέ; συγγενόμενος ἂν γνοίης, ἄλλως δὲ αὐτόθεν οὐ γιγνώσκεις ὅτι εὐδαιμονεῖ; Σωκράτης: μὰ Δί' οὐ δῆτα. Πῶλος: δῆλον δή, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸν μέγαν βασιλέα γιγνώσκειν φήσεις εὐδαίμονα ὄντα. Σωκράτης: καὶ ἀληθῆ γε ἐρῶ: οὐ γὰρ οἶδα παιδείας ὅπως ἔχει καὶ δικαιοσύνης. Πῶλος: τί δέ; ἐν τούτῳ ἡ πᾶσα εὐδαιμονία ἐστίν; Σωκράτης: ὥς γε ἐγὼ λέγω, ὦ Πῶλε: τὸν μὲν γὰρ καλὸν καὶ ἀγαθὸν ἄνδρα καὶ γυναῖκα εὐδαίμονα εἶναί φημι, τὸν δὲ ἄδικον καὶ πονηρὸν ἄθλιον.