Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 475 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
475.0.a
Πῶλος: οὐκ ἔμοιγε δοκεῖ. Σωκράτης: οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως; Πῶλος: πάνυ γε: καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν. Σωκράτης: οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ; Πῶλος: ἀνάγκη. Σωκράτης: ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις. Πῶλος: πάνυ γε. Σωκράτης: καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ
475.0.b
ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται: ἢ οὐκ ἀνάγκη; Πῶλος: ναί. Σωκράτης: φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον; Πῶλος: ἔλεγον. Σωκράτης: οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη; Πῶλος: πῶς γὰρ οὔ; Σωκράτης: πρῶτον
475.0.c
μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι; Πῶλος: οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε. Σωκράτης: οὐκ ἄρα λύπῃ γε ὑπερέχει. Πῶλος: οὐ δῆτα. Σωκράτης: οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι. Πῶλος: οὐ φαίνεται. Σωκράτης: οὐκοῦν τῷ ἑτέρῳ λείπεται. Πῶλος: ναί. Σωκράτης: τῷ κακῷ. Πῶλος: ἔοικεν. Σωκράτης: οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι. Πῶλος: δῆλον δὴ ὅτι.
475.0.d
Σωκράτης: ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι; Πῶλος: ναί. Σωκράτης: νῦν δέ γε κάκιον ἐφάνη. Πῶλος: ἔοικε. Σωκράτης: δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε: οὐδὲν γὰρ βλαβήσῃ: ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ
475.0.e
φάθι ἢ μὴ ἃ ἐρωτῶ. Πῶλος: ἀλλ' οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες. Σωκράτης: ἄλλος δέ τις ἀνθρώπων; Πῶλος: οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον. Σωκράτης: ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτ' ἂν ἐγὼ οὔτ' ἂν σὺ οὔτ' ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτ' ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι: κάκιον γὰρ τυγχάνει ὄν. Πῶλος: φαίνεται. Σωκράτης: ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν

Intertext edge

Open linked passage

Note