Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 476 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
476.0.a
μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν. καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω: μετὰ τοῦτο δὲ περὶ οὗ τὸ δεύτερον ἠμφεσβητήσαμεν σκεψώμεθα, τὸ ἀδικοῦντα διδόναι δίκην ἆρα μέγιστον τῶν κακῶν ἐστιν, ὡς σὺ ᾤου, ἢ μεῖζον τὸ μὴ διδόναι, ὡς αὖ ἐγὼ ᾤμην. σκοπώμεθα δὲ τῇδε: τὸ διδόναι δίκην καὶ τὸ κολάζεσθαι δικαίως ἀδικοῦντα ἆρα τὸ αὐτὸ καλεῖς; Πῶλος: ἔγωγε.
476.0.b
Σωκράτης: ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθ' ὅσον δίκαια; καὶ διασκεψάμενος εἰπέ. Πῶλος: ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες. Σωκράτης: σκόπει δὴ καὶ τόδε: ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος; Πῶλος: ἔμοιγε δοκεῖ. Σωκράτης: ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν; λέγω δὲ τὸ τοιόνδε: εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι; Πῶλος: ἀνάγκη. Σωκράτης: καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ
476.0.c
τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι; Πῶλος: ναί. Σωκράτης: τοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ; Πῶλος: πάνυ γε. Σωκράτης: οὐκοῦν καὶ εἰ κάει τις, ἀνάγκη τι κάεσθαι; Πῶλος: πῶς γὰρ οὔ; Σωκράτης: καὶ εἰ σφόδρα γε κάει ἢ ἀλγεινῶς, οὕτω κάεσθαι τὸ καόμενον ὡς ἂν τὸ κᾶον κάῃ; Πῶλος: πάνυ γε. Σωκράτης: οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος; τέμνεται γάρ τι. Πῶλος: ναί. Σωκράτης: καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον
476.0.d
τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει; Πῶλος: φαίνεται. Σωκράτης: συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν. Πῶλος: ἀλλ' ὁμολογῶ. Σωκράτης: τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν; Πῶλος: ἀνάγκη, ὦ Σώκρατες, πάσχειν. Σωκράτης: οὐκοῦν ὑπό τινος ποιοῦντος; Πῶλος: πῶς γὰρ οὔ; ὑπό γε τοῦ κολάζοντος. Σωκράτης: ὁ δὲ ὀρθῶς κολάζων
476.0.e
δικαίως κολάζει; Πῶλος: ναί. Σωκράτης: δίκαια ποιῶν ἢ οὔ; Πῶλος: δίκαια. Σωκράτης: οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει; Πῶλος: φαίνεται. Σωκράτης: τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται; Πῶλος: πάνυ γε. Σωκράτης: τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος. Πῶλος: ναί.

Intertext edge

Open linked passage

Note