Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 477 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
477.0.a
Σωκράτης: οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα. Πῶλος: ἀνάγκη. Σωκράτης: ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς; Πῶλος: ἔοικεν. Σωκράτης: ὠφελεῖται ἄρα; Πῶλος: ναί. Σωκράτης: ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται; Πῶλος: εἰκός γε. Σωκράτης: κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς; Πῶλος: ναί. Σωκράτης: ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται
477.0.b
κακοῦ; ὧδε δὲ σκόπει: ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν; Πῶλος: οὔκ, ἀλλὰ πενίαν. Σωκράτης: τί δ' ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα; Πῶλος: ἔγωγε. Σωκράτης: οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι; Πῶλος: πῶς γὰρ οὔ; Σωκράτης: ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα; Πῶλος: πάνυ μὲν οὖν. Σωκράτης: οὐκοῦν χρημάτων
477.0.c
καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν; Πῶλος: ναί. Σωκράτης: τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία; Πῶλος: πολύ γε. Σωκράτης: εἰ δὴ αἰσχίστη, καὶ κακίστη; Πῶλος: πῶς, ὦ Σώκρατες, λέγεις; Σωκράτης: ὡδί: ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν. Πῶλος: μάλιστα. Σωκράτης: αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ
477.0.d
ὡμολόγηται ἡμῖν; Πῶλος: ὡμολόγηται γάρ. Σωκράτης: οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα; Πῶλος: ἀνάγκη. Σωκράτης: ἆρ' οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ; Πῶλος: οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε. Σωκράτης: ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα
477.0.e
τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος. Πῶλος: φαίνεται. Σωκράτης: ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων. Πῶλος: ναί. Σωκράτης: ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν; Πῶλος: φαίνεται. Σωκράτης: τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική; Πῶλος: ναί. Σωκράτης: τίς δὲ νόσου; οὐκ ἰατρική;

Intertext edge

Open linked passage

Note