Gorgias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
478.0.a
Πῶλος: ἀνάγκη. Σωκράτης: τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει: ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα; Πῶλος: παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες. Σωκράτης: ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας; Πῶλος: παρὰ τοὺς δικαστὰς λέγεις; Σωκράτης: οὐκοῦν δίκην δώσοντας; Πῶλος: φημί. Σωκράτης: ἆρ' οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες; Πῶλος: δῆλον δή. Σωκράτης: χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει,
478.0.b
ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας. Πῶλος: φαίνεται. Σωκράτης: τί οὖν τούτων κάλλιστόν ἐστιν[ ὧν λέγεις]; Πῶλος: τίνων λέγεις; Σωκράτης: χρηματιστικῆς, ἰατρικῆς, δίκης. Πῶλος: πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη. Σωκράτης: οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν; Πῶλος: ναί. Σωκράτης: ἆρ' οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι; Πῶλος: οὐκ ἔμοιγε δοκεῖ. Σωκράτης: ἀλλ' ὠφέλιμόν γε. ἦ γάρ; Πῶλος:
478.0.c
ναί. Σωκράτης: μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι. Πῶλος: πῶς γὰρ οὔ; Σωκράτης: ἆρ' οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν; Πῶλος: δῆλον ὅτι μηδὲ κάμνων. Σωκράτης: οὐ γὰρ τοῦτ' ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις. Πῶλος: ἔστι ταῦτα.
478.0.d
Σωκράτης: τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτ' ἐν σώματι εἴτ' ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ; Πῶλος: φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος. Σωκράτης: οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας; Πῶλος: ἦν γάρ. Σωκράτης: σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη. Πῶλος: ναί. Σωκράτης: εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο
478.0.e
μέγιστον τῶν κακῶν ἐφάνη. Πῶλος: δῆλον δή. Σωκράτης: δεύτερος δέ που ὁ ἀπαλλαττόμενος. Πῶλος: ἔοικεν. Σωκράτης: οὗτος δ' ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς. Πῶλος: ναί. Σωκράτης: κάκιστα ἄρα ζῇ ὁ ἔχων[ ἀδικίαν] καὶ μὴ ἀπαλλαττόμενος. Πῶλος: φαίνεται. Σωκράτης: οὐκοῦν οὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν καὶ χρώμενος μεγίστῃ ἀδικίᾳ διαπράξηται ὥστε μήτε νουθετεῖσθαι