Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 496 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
496.0.a
σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία; Καλλικλῆς: πῶς γὰρ οὔ; Σωκράτης: οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς; Καλλικλῆς: οὐδ' ὁπωστιοῦν. Σωκράτης: τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται; Καλλικλῆς: ἥκιστά γε. Σωκράτης: θαυμάσιον γὰρ
496.0.b
οἶμαι καὶ ἄλογον γίγνεται: ἦ γάρ; Καλλικλῆς: σφόδρα γε. Σωκράτης: ἀλλ' ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει; Καλλικλῆς: φημί. Σωκράτης: οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως; Καλλικλῆς: ναί. Σωκράτης: καὶ τάχος καὶ βραδυτῆτα; Καλλικλῆς: πάνυ γε. Σωκράτης: ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου; Καλλικλῆς: πάντως δήπου.
496.0.c
Σωκράτης: ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου. Καλλικλῆς: ἀλλ' ὑπερφυῶς ὡς ὁμολογῶ. Σωκράτης: ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν. Καλλικλῆς: ἀνιαρὸν ἔγωγε: τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ
496.0.d
λέγω. Σωκράτης: μανθάνω: ἀλλ' οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί; Καλλικλῆς: φημί. Σωκράτης: οὐκοῦν καὶ τὸ διψῆν; Καλλικλῆς: σφόδρα γε. Σωκράτης: πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι; Καλλικλῆς: ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα. Σωκράτης: εἶεν: διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι; Καλλικλῆς: ἔγωγε. Σωκράτης: οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν;
496.0.e
Καλλικλῆς: ναί. Σωκράτης: τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή; Καλλικλῆς: ναί. Σωκράτης: οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις; Καλλικλῆς: μάλιστα. Σωκράτης: διψῶντά γε. Καλλικλῆς: φημί. Σωκράτης: λυπούμενον; Καλλικλῆς: ναί. Σωκράτης: αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα ἢ οὔ; Καλλικλῆς: ἔστιν. Σωκράτης: ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς

Intertext edge

Open linked passage

Note