Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 497 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
497.0.a
πράττειν ἅμα ἀδύνατον φῂς εἶναι. Καλλικλῆς: φημὶ γάρ. Σωκράτης: ἀνιώμενον δέ γε χαίρειν δυνατὸν ὡμολόγηκας. Καλλικλῆς: φαίνεται. Σωκράτης: οὐκ ἄρα τὸ χαίρειν ἐστὶν εὖ πράττειν οὐδὲ τὸ ἀνιᾶσθαι κακῶς, ὥστε ἕτερον γίγνεται τὸ ἡδὺ τοῦ ἀγαθοῦ. Καλλικλῆς: οὐκ οἶδ' ἅττα σοφίζῃ, ὦ Σώκρατες. Σωκράτης: οἶσθα, ἀλλὰ ἀκκίζῃ, ὦ Καλλίκλεις: καὶ πρόιθί γε ἔτι εἰς τὸ ἔμπροσθεν,[ ὅτι ἔχων ληρεῖς] ἵνα εἰδῇς ὡς σοφὸς
497.0.b
ὤν με νουθετεῖς. οὐχ ἅμα διψῶν τε ἕκαστος ἡμῶν πέπαυται καὶ ἅμα ἡδόμενος διὰ τοῦ πίνειν; Καλλικλῆς: οὐκ οἶδα ὅτι λέγεις. Γοργίας: μηδαμῶς, ὦ Καλλίκλεις, ἀλλ' ἀποκρίνου καὶ ἡμῶν ἕνεκα, ἵνα περανθῶσιν οἱ λόγοι. Καλλικλῆς: ἀλλ' ἀεὶ τοιοῦτός ἐστιν Σωκράτης, ὦ Γοργία: σμικρὰ καὶ ὀλίγου ἄξια ἀνερωτᾷ καὶ ἐξελέγχει. Γοργίας: ἀλλὰ τί σοὶ διαφέρει; πάντως οὐ σὴ αὕτη ἡ τιμή, ὦ Καλλίκλεις: ἀλλ' ὑπόσχες Σωκράτει ἐξελέγξαι ὅπως ἂν βούληται.
497.0.c
Καλλικλῆς: Ἐρώτα δὴ σὺ τὰ σμικρά τε καὶ στενὰ ταῦτα, ἐπείπερ Γοργίᾳ δοκεῖ οὕτως. Σωκράτης: εὐδαίμων εἶ, ὦ Καλλίκλεις, ὅτι τὰ μεγάλα μεμύησαι πρὶν τὰ σμικρά: ἐγὼ δ' οὐκ ᾤμην θεμιτὸν εἶναι. ὅθεν οὖν ἀπέλιπες ἀποκρίνου, εἰ οὐχ ἅμα παύεται διψῶν ἕκαστος ἡμῶν καὶ ἡδόμενος. Καλλικλῆς: φημί. Σωκράτης: οὐκοῦν καὶ πεινῶν καὶ τῶν ἄλλων ἐπιθυμιῶν καὶ ἡδονῶν ἅμα παύεται; Καλλικλῆς: ἔστι ταῦτα. Σωκράτης: οὐκοῦν καὶ τῶν λυπῶν
497.0.d
καὶ τῶν ἡδονῶν ἅμα παύεται; Καλλικλῆς: ναί. Σωκράτης: ἀλλὰ μὴν τῶν ἀγαθῶν γε καὶ κακῶν οὐχ ἅμα παύεται, ὡς σὺ ὡμολόγεις: νῦν δὲ οὐχ ὁμολογεῖς; Καλλικλῆς: ἔγωγε: τί οὖν δή; Σωκράτης: ὅτι οὐ τὰ αὐτὰ γίγνεται, ὦ φίλε, τἀγαθὰ τοῖς ἡδέσιν οὐδὲ τὰ κακὰ τοῖς ἀνιαροῖς. τῶν μὲν γὰρ ἅμα παύεται, τῶν δὲ οὔ, ὡς ἑτέρων ὄντων: πῶς οὖν ταὐτὰ ἂν εἴη τὰ ἡδέα τοῖς ἀγαθοῖς ἢ τὰ ἀνιαρὰ τοῖς κακοῖς; ἐὰν δὲ βούλῃ, καὶ τῇδε ἐπίσκεψαἱ οἶμαι γάρ σοι οὐδὲ ταύτῃ
497.0.e
ὁμολογεῖσθαι: ἄθρει δέ̓ τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς, ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ; Καλλικλῆς: ἔγωγε. Σωκράτης: τί δέ; ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς; οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες: ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς; Καλλικλῆς: πάνυ μὲν οὖν. Σωκράτης: τί δέ; παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες; Καλλικλῆς: ἔγωγε. Σωκράτης: ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα; Καλλικλῆς: οἶμαι ἔγωγε: ἀλλὰ τί τοῦτο;

Intertext edge

Open linked passage

Note