Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gorgias
Plato (plato)Gorgias 498 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
498.0.a
Σωκράτης: οὐδέν: ἀλλ' ἀποκρίνου. Καλλικλῆς: εἶδον. Σωκράτης: τί δέ; νοῦν ἔχοντα λυπούμενον καὶ χαίροντα; Καλλικλῆς: φημί. Σωκράτης: πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες; Καλλικλῆς: οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν. Σωκράτης: ἀλλ' ἀρκεῖ καὶ τοῦτο. ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν; Καλλικλῆς: πῶς γὰρ οὔ; Σωκράτης: τί οὖν; ἀπιόντων τῶν πολεμίων πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι; Καλλικλῆς: ἀμφότεροι ἔμοιγε
498.0.b
[ μᾶλλον]: εἰ δὲ μή, παραπλησίως γε. Σωκράτης: οὐδὲν διαφέρει. χαίρουσιν δ' οὖν καὶ οἱ δειλοί; Καλλικλῆς: σφόδρα γε. Σωκράτης: καὶ οἱ ἄφρονες, ὡς ἔοικεν. Καλλικλῆς: ναί. Σωκράτης: προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι; Καλλικλῆς: ἀμφότεροι. Σωκράτης: ἆρα ὁμοίως; Καλλικλῆς: μᾶλλον ἴσως οἱ δειλοί. Σωκράτης: ἀπιόντων δ' οὐ μᾶλλον χαίρουσιν; Καλλικλῆς: ἴσως. Σωκράτης: οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως,
498.0.c
ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων; Καλλικλῆς: φημί. Σωκράτης: ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί; Καλλικλῆς: ναί. Σωκράτης: παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί; Καλλικλῆς: φημί. Σωκράτης: ἆρ' οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί; ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ[ οἱ ἀγαθοὶ καὶ οἱ κακοί] εἰσιν οἱ κακοί;
498.0.d
Καλλικλῆς: ἀλλὰ μὰ Δί' οὐκ οἶδ' ὅτι λέγεις. Σωκράτης: οὐκ οἶσθ' ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν; τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας; Καλλικλῆς: ἔγωγε. Σωκράτης: οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν; Καλλικλῆς: πῶς γὰρ οὔ; Σωκράτης: οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες; Καλλικλῆς: ναί. Σωκράτης: τί δέ; τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι; Καλλικλῆς: πάρεστιν.
498.0.e
Σωκράτης: κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς: ἢ οὐκέτι φῄς; Καλλικλῆς: ἔγωγε. Σωκράτης: ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται; Καλλικλῆς: πάνυ γε. Σωκράτης: οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δ' ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως; Καλλικλῆς: ναί. Σωκράτης: οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς; Καλλικλῆς: ἔγωγε. Σωκράτης: συλλόγισαι δὴ κοινῇ μετ' ἐμοῦ τί ἡμῖν συμβαίνει ἐκ τῶν ὡμολογημένων: καὶ δὶς γάρ τοι καὶ τρίς φασιν καλὸν

Intertext edge

Open linked passage

Note