Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hiparc
Plato (plato)Hiparc 227 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
227.0.2
Σωκράτηςτοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς. Ἑταῖροςἔοικεν. Σωκράτηςοὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς. ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς; Ἑταῖροςἔγωγε. Σωκράτηςἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν; Ἑταῖροςμὰ Δί᾽ οὐκ ἔγωγε. Σωκράτηςἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς. Ἑταῖροςναί. Σωκράτηςἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ: ὁμολογήσω γὰρ καὶ
227.0.ξ
ἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν; Ἑταῖροςἔμοιγε φαίνεται. Σωκράτηςτὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν; Ἑταῖροςναί. Σωκράτηςπάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον: ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι; Ἑταῖροςεἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν
227.0.4
φιλοκερδῆ. ὀρθῶς δ᾽ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπ᾽ αὐτῶν, ἀφ᾽ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν. Σωκράτηςἀλλ᾽ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι. Ἑταῖροςτί οὖν δὴ τοῦτο; Σωκράτηςὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί. Ἑταῖροςναί. Σωκράτηςοὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν.
227.0.ε
Ἑταῖροςοὐκ ἀφ᾽ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν. Σωκράτηςβλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι; Ἑταῖροςοὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω. Σωκράτηςὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι; Ἑταῖροςὑπὸ ἀμφοτέρων: καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ. Σωκράτηςἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι; Ἑταῖροςοὐκ ἔμοιγε.

Intertext edge

Open linked passage

Note