Hiparc
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
230.0.1
Ἑταῖροςμηδὲ τοῦτο. Σωκράτηςἀλλ᾽ ὡς ἐναντίον ὂν τῷ κακῷ οὐκ ἀγαθόν ἐστι τὸ κερδαίνειν; Ἑταῖροςοὔτι πᾶν γε: τουτί μοι ἀνάθου. Σωκράτηςδοκεῖ ἄρα σοι, ὡς ἔοικε, τοῦ κέρδους τὸ μέν τι ἀγαθὸν εἶναι, τὸ δέ τι κακόν. Ἑταῖροςἔμοιγε. Σωκράτηςἀνατίθεμαι τοίνυν σοὶ τοῦτο: ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν. κέρδος δέ γε οὐδὲν μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν: ἦ γάρ; Ἑταῖροςπῶς με ἐρωτᾷς; Σωκράτηςἐγὼ φράσω. σιτίον ἐστίν τι ἀγαθόν τε καὶ κακόν;
230.0.2
Ἑταῖροςναί. Σωκράτηςἆρ᾽ οὖν μᾶλλόν τι αὐτῶν ἐστι τὸ ἕτερον τοῦ ἑτέρου σιτίον, ἢ ὁμοίως τοῦτό γε, σιτία, ἐστὸν ἀμφότερα καὶ ταύτῃ γε οὐδὲν διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, κατὰ τὸ σιτίον εἶναι, ἀλλὰ ᾗ τὸ μὲν αὐτῶν ἀγαθόν, τὸ δὲ κακόν; Ἑταῖροςναί. Σωκράτηςοὐκοῦν καὶ ποτὸν καὶ τἆλλα πάντα, ὅσα τῶν ὄντων ταὐτὰ ὄντα τὰ μὲν πέπονθεν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, οὐδὲν ἐκείνῃ γε διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, ᾗ τὸ
230.0.ξ
αὐτό ἐστιν; ὥσπερ ἄνθρωπος δήπου ὁ μὲν χρηστός ἐστιν, ὁ δὲ πονηρός. Ἑταῖροςναί. Σωκράτηςἀλλ᾽ ἄνθρωπός γε οἶμαι οὐδέτερος οὐδετέρου οὔτε μᾶλλον οὔτε ἧττόν ἐστιν, οὔτε ὁ χρηστὸς τοῦ πονηροῦ οὔτε ὁ πονηρὸς τοῦ χρηστοῦ. Ἑταῖροςἀληθῆ λέγεις. Σωκράτηςοὐκοῦν οὕτω καὶ περὶ τοῦ κέρδους διανοώμεθα, ὡς κέρδος γε ὁμοίως ἐστὶ καὶ τὸ πονηρὸν καὶ τὸ χρηστόν; Ἑταῖροςἀνάγκη. Σωκράτηςοὐδὲν ἄρα μᾶλλον κερδαίνει ὁ τὸ χρηστὸν κέρδος ἔχων ἢ τὸ πονηρόν: οὔκουν μᾶλλόν γε κέρδος φαίνεται
230.0.4
οὐδέτερον ὄν, ὡς ὁμολογοῦμεν. Ἑταῖροςναί. Σωκράτηςοὐδετέρῳ γὰρ αὐτῶν οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον πρόσεστιν. Ἑταῖροςοὐ γὰρ δή. Σωκράτηςτῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι, ᾧ μηδέτερον τούτων προσείη; Ἑταῖροςἀδύνατον. Σωκράτηςἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν;
230.0.ε
ὥσπερ ἂν εἰ ἃ σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε: τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που ἡμῖν ὁμολογοῖς. ἦ γάρ; Ἑταῖροςἔγωγε. Σωκράτηςκαὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ