Hiparc
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
231.0.1
ἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν: καὶ τοῖς ἄλλοις ὡσαύτως. πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον. τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν; εἰ δ᾽ αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλ᾽ ἐμοῦ λέγοντος σκόπει: ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ;
231.0.2
Ἑταῖροςἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος. Σωκράτηςἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλ᾽ εὐωχηθείς, νόσον κτήσηται; Ἑταῖροςμὰ Δί᾽ οὐκ ἔγωγε. ΣωκράτηςὙγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν; Ἑταῖροςκέρδος. Σωκράτηςοὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι. Ἑταῖροςοὐ μέντοι. Σωκράτηςπότερον οὔκ, ἐὰν κακόν; ἢ οὐδ᾽ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται; Ἑταῖροςφαίνεται, ἐάν γε ἀγαθόν.

231.0.ξ
Σωκράτηςἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται; Ἑταῖροςἔμοιγε δοκεῖ. Σωκράτηςὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν. Ἑταῖροςἀπορῶ ἔγωγε ὅτι εἴπω. Σωκράτηςοὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπόκριναι: ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι; Ἑταῖροςοὔτι κακόν γε λέγω, ἀλλ᾽ ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.
231.0.4
Σωκράτηςκαὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι. φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν; Ἑταῖροςζημίαν δήπου, ὦ Σώκρατες: ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον. Σωκράτηςκαὶ μὴν πλέον γ᾽ εἴληφεν: ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος; Ἑταῖροςοὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου. Σωκράτηςδεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν ἀξίαν. νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι.
231.0.ε
Ἑταῖροςσφόδρα: ἔχει γὰρ οὕτως. Σωκράτηςτὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές. Ἑταῖροςναί. Σωκράτηςτὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι; Ἑταῖροςναί, κεκτῆσθαι. Σωκράτηςτὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον; Ἑταῖροςτὸ ὠφέλιμον δήπου.