Hiparc
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
232.0.1
Σωκράτηςοὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν; Ἑταῖροςναί. Σωκράτηςοὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον; Ἑταῖροςἔοικεν. Σωκράτηςμνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν; Ἑταῖροςοἶμαί γε. Σωκράτηςεἰ δὲ μή, ἐγώ σε ὑπομνήσω. ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή. Ἑταῖροςναίχι.
232.0.2
Σωκράτηςοὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι; Ἑταῖροςἠνάγκακε γάρ, ὦ Σώκρατες, μᾶλλον ἐμέ γε ἢ πέπεικεν. Σωκράτηςἀλλ᾽ ἴσως μετὰ τοῦτο καὶ πείσειεν ἄν: νῦν δ᾽ οὖν, εἴτε πέπεισαι εἴτε ὁπωσδὴ ἔχεις, σύμφῃς γοῦν ἡμῖν πάντα τὰ κέρδη ἀγαθὰ εἶναι, καὶ σμικρὰ καὶ μεγάλα. Ἑταῖροςὁμολογῶ γὰρ οὖν. Σωκράτηςτοὺς δὲ χρηστοὺς ἀνθρώπους βούλεσθαι τἀγαθὰ ὁμολογεῖς ἅπαντα ἅπαντας: ἢ οὔ; Ἑταῖροςὁμολογῶ.
232.0.ξ
Σωκράτηςἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν. Ἑταῖροςεἶπον. Σωκράτηςοὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί. Ἑταῖροςφαίνεται. Σωκράτηςοὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλοκερδεῖ εἶναι: τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν.