Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Letters
Plato (plato)Lett 1.309 · perseus-grc2More by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Perseus Grc2
1.309
1.309
Πλάτων Διονυσίῳ εὖ πράττειν.
1.309
διατρίψας ἐγὼ παρʼ ὑμῖν χρόνον τοσοῦτον καὶ διοικῶν τὴν ὑμετέραν ἀρχὴν πεπιστευμένος πάντων μάλιστα, τὰς ὠφελίας ὑμῶν λαμβανόντων, τὰς διαβολὰς δυσχερεῖς οὔσας ὑπέμενον· ᾔδη γὰρ ὅτι τῶν ὠμοτέρων οὐδὲν ἐμοῦ συνεθέλοντος ὑμῖν δόξει πεπρᾶχθαι· πάντες γὰρ οἱ συμπολιτευόμενοι
1.309
μεθʼ ὑμῶν ὑπάρχουσί μοι μάρτυρες, ὧν ἐγὼ πολλοῖς συνηγωνισάμην, ἀπολύσας αὐτοὺς οὐ σμικρᾶς ζημίας. αὐτοκράτωρ δὲ πολλάκις τὴν ὑμετέραν πόλιν διαφυλάξας, ἀπεπέμφθην ἀτιμότερον ἢ πτωχὸν ὑμῶν ἀποστελλόντων προσήκει καὶ κελευόντων ἐκπλεῦσαι, τοσοῦτον παρʼ ὑμῖν διατρίψαντα χρόνον. ἐγὼ μὲν οὖν περὶ ἐμαυτοῦ βουλεύσομαι τὸ λοιπὸν τρόπον ἀπανθρωπότερον, σὺ δὲ τοιοῦτος ὢν τύραννος οἰκήσεις μόνος. τὸ δὲ χρυσίον τὸ λαμπρόν,
1.309
ὅπερ ἔδωκας εἰς ἀποστολήν, ἄγει σοι Βακχεῖος ὁ τὴν ἐπιστολὴν φέρων· οὔτε γὰρ ἐφόδιον ἐκεῖνό γʼ ἦν ἱκανὸν οὔτε πρὸς τὸν ἄλλον βίον συμφέρον, ἀδοξίαν δὲ πλείστην τῷ διδόντι σοὶ παρασκευάζον, οὐ πολλῷ δὲ ἐλάττω κἀμοὶ λαμβάνοντι, διόπερ οὐ λαμβάνω. σοὶ δʼ οὐδὲν διαφέρει δῆλον ὅτι καὶ λαβεῖν καὶ δοῦναι τοσοῦτον, ὥστε κομισάμενος ἄλλον τινὰ τῶν ἑταίρων θεράπευσον ὥσπερ ἐμέ· κἀγὼ γὰρ
1.309
ἱκανῶς ὑπὸ σοῦ τεθεράπευμαι. καί μοι τὸ τοῦ Εὐριπίδου κατὰ καιρόν ἐστιν εἰπεῖν, ὅτι σοὶ πραγμάτων ἄλλων ποτὲ συμπεσόντων—
1.309
εὔξῃ τοιοῦτον ἄνδρα σοι παρεστάναι.
1.309
Eur. Fr. 956
1.309
ὑπομνῆσαι δέ σε βούλομαι διότι καὶ τῶν ἄλλων τραγῳδοποιῶν οἱ πλεῖστοι, ὅταν ὑπό τινος ἀποθνῄσκοντα τύραννον εἰσάγωσιν, ἀναβοῶντα ποιοῦσιν—
1.310
1.310
φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι·
1.310
Trag. Gr. Frag. Adesp. 347
1.310
χρυσίου δὲ σπάνει ἀπολλύμενον οὐδεὶς πεποίηκεν. κἀκεῖνο δὲ τὸ ποίημα τοῖς νοῦν ἔχουσιν οὐ κακῶς ἔχειν δοκεῖ—
1.310
οὐ χρυσὸς ἀγλαὸς σπανιώτατος ἐν θνατῶν δυσελπί-
1.310
στῳ βίῳ,
1.310
οὐδʼ ἀδάμας οὐδʼ ἀργύρου κλῖναι πρὸς ἄνθρωπον
1.310
δοκιμαζόμενʼ ἀστράπτει πρὸς ὄψεις·
1.310
οὐδὲ γαίας εὐρυπέδου γόνιμοι βρίθοντες αὐτάρκεις
1.310
γύαι,
1.310
ὡς ἀγαθῶν ἀνδρῶν ὁμοφράδμων νόησις.
1.310
Lyr. Gr. Frag. Adesp. 138
1.310
ἔρρωσο, καὶ γίγνωσκε τοσοῦτον ἡμῶν διημαρτηκώς, ἵνα πρὸς τοὺς ἄλλους βέλτιον προσφέρῃ.

Intertext edge

Open linked passage

Note