Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Paremn
Plato (plato)Paremn 138 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
138.0.a
περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει. ὀρθῶς. καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν εἴη: οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴη. πῶς δή; ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περιέχοιτο ὑπ᾽ ἐκείνου ἐν ᾧ ἐνείη, καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς: τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῇ κύκλῳ ἅπτεσθαι. ἀδύνατον. ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν κἂν ἑαυτῷ εἴη περιέχον οὐκ ἄλλο ἢ αὑτό, εἴπερ καὶ ἐν
138.0.b
ἑαυτῷ εἴη: ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον. ἀδύνατον γάρ. οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον: οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει: καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν ἀλλὰ δύο. οὐ γὰρ οὖν. οὐκ ἄρα ἐστίν που τὸ ἕν, μήτε ἐν αὑτῷ μήτε ἐν ἄλλῳ ἐνόν. οὐκ ἔστιν. ὅρα δή, οὕτως ἔχον εἰ οἷόν τέ ἐστιν ἑστάναι ἢ κινεῖσθαι. τί δὴ γὰρ οὔ; ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ
138.0.c
ἀλλοιοῖτο ἄν: αὗται γὰρ μόναι κινήσεις. ναί. ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνατόν που ἓν ἔτι εἶναι. ἀδύνατον. οὐκ ἄρα κατ᾽ ἀλλοίωσίν γε κινεῖται. οὐ φαίνεται. ἀλλ᾽ ἆρα τῷ φέρεσθαι; ἴσως. καὶ μὴν εἰ φέροιτο τὸ ἕν, ἤτοι ἐν τῷ αὐτῷ ἂν περιφέροιτο κύκλῳ ἢ μεταλλάττοι χώραν ἑτέραν ἐξ ἑτέρας. ἀνάγκη. οὐκοῦν κύκλῳ μὲν περιφερόμενον ἐπὶ μέσου βεβηκέναι ἀνάγκη, καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ: ᾧ δὲ
138.0.d
μήτε μέσου μήτε μερῶν προσήκει, τίς μηχανὴ τοῦτο κύκλῳ ποτ᾽ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι; οὐδεμία. ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτ᾽ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται; εἴπερ γε δή. οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτῷ ἀδύνατον ἐφάνη; ναί. ἆρ᾽ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον; οὐκ ἐννοῶ ὅπῃ. εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτ᾽ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται; ἀνάγκη. εἰ ἄρα τι
138.0.e
ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι οὗ μέρη εἴη: τὸ μὲν γὰρ ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείνῳ, τὸ δὲ ἔξω εἴη ἅμα: τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω. ἀληθῆ. οὗ δὲ μήτε μέρη εἰσὶ μήτε ὅλον τυγχάνει ὄν, οὐ πολὺ ἔτι ἀδυνατώτερον ἐγγίγνεσθαί που, μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενον; φαίνεται. οὔτ᾽ ἄρα ποι ἰὸν καὶ ἔν

Intertext edge

Open linked passage

Note