Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Paremn
Plato (plato)Paremn 139 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
139.0.a
τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτ᾽ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον. οὐκ ἔοικε. κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον. ἀκίνητον. ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον. φαμὲν γάρ. οὐδ᾽ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν. τί δή; ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν. πάνυ μὲν οὖν. ἀλλ᾽ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι. οὐ γὰρ οὖν. οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ. οὐκ ἔοικεν.
139.0.b
ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔτε ἡσυχίαν ἄγει οὔθ᾽ ἕστηκεν. οὐ γὰρ οἷόν τε. τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται. οὔκουν δὴ φαίνεταί γε. οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδ᾽ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη. πῇ δή; ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν. ἀληθῆ. καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ
139.0.c
δ᾽ οὐκ ἂν εἴη: ὥστε οὐδ᾽ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλ᾽ ἕτερον ἑνός. οὐ γὰρ οὖν. ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται. οὐ γάρ. ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν: οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί. ὀρθῶς. τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον: ἢ οἴει; οὐ δῆτα. ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό: αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται
139.0.d
ἕτερον. ὀρθῶς. οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται. πῶς δ᾽ οὔ; οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ. τί δή; ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τῴ τι, ἓν γίγνεται. ἀλλὰ τί μήν; τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλ᾽ οὐχ ἕν. ἀληθῆ. ἀλλ᾽ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῇ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν.
139.0.e
πάνυ γε. εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται: καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον: ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν. ἀδύνατον. οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτ᾽ ἂν αὑτῷ οὔτ᾽ ἂν ἑτέρῳ εἴη. οὐ γὰρ οὖν. οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδ᾽ ἀνόμοιον οὔτε αὑτῷ οὔτε ἑτέρῳ. τί δή; ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον. ναί. τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν.

Intertext edge

Open linked passage

Note